Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1404
Not analysed yet
συνέπεσε. Καὶ ἐπὶ πᾶσι τούτοις ἠνέσχου, Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα. Τὰς ἐν ψυχῇ ζημίας προαπαγγείλαντες, καὶ ὅτι γεγόνασι ταῖς ἁμαρτίαις εὐάλωτοι προηγορευκότες, εὐπαράφοροί τε καὶ φύλλων δίκην ὑπὸ παντὸς πνεύματος τῇδέ τε κἀκεῖσε διαῤῥυπτούμενοι, διαμνημονεύουσι λοιπὸν καὶ τῶν ἔξωθεν αὐτοῖς ἐπενηνεγμένων συμφορῶν· ἐοίκασι δὲ τὴν τῶν Ἱεροσολύμων πόρθησιν ὀλοφύρεσθαι, καὶ τὸν ἐμπρησμὸν τοῦ ναοῦ· μετὰ γάρ τοι τὸν τοῦ Σωτῆρος σταυρὸν, ταυτὶ δὴ πάντα τετέλεσται· «Ἔρημος δὲ οὖν ἐγενήθη ἡ Σιὼν,» φησὶν, ἡ διαπρεπὴς οὕτω, καὶ διαβόητος, καὶ πολυανδροῦσα ποτέ. «Γέγονε δὲ καὶ εἰς κατάραν τὸ ἅγιον ἡμῶν·» τὸ δὲ, κατάραν φασὶν, ἀντὶ τοῦ, εἰς κατάῤῥησιν καὶ λοιδορίαν τοῖς οὐκ εἰδόσι Θεόν· οἱ γὰρ τῶν δαιμόνων θεραπευταὶ πασχόντων ἁγίων, ἤγουν τῶν καθ' ὁντιναοῦν τρόπον ἀνακειμένων Θεῷ, πλατὺ γελῶσι, καὶ κατεπαίρονται, καὶ τὴν τοῦ σώζοντος αὐτοὺς διασύρουσι δόξαν. Οἴονται γὰρ ἴσως τὴν αὐτοῦ χεῖρα παθεῖν τὸ μὴ ἰσχῦσαι σώζειν αὐτοὺς, καὶ οὐκ ἐννοοῦσιν, ὅτι πεπτώκασιν ὑπὸ δίκην πεπραχότες τινὰ τῶν ἀπᾳδόντων αὐτῷ. «Εἰς κατάραν» τοίνυν «ὁ οἶκος τὸ ἅγιον ἡμῶν.» Ἅγιος γὰρ ἦν παρ' αὐτοῖς ὁ ναὸς, γέγονε δὲ καὶ πυρίκαυστος, φησὶν, ὁ διὰ φωνῆς τῶν ἁγίων πατέρων, ὥστε περιφανὴς, καὶ ἀοίδιμος προαπηγγελμένος· συμπεπτωκέναι δέ φασι πάντα τὰ ἔνδοξα· σέβασμα γὰρ ἦν ὅλως οὐδὲν τῶν ἐν τῷ θείῳ ναῷ κειμένων σκευῶν ἱερῶν, τοῖς διαρπάζουσιν αὐτὰ, καὶ καταπιμπρᾶσιν· «Ἠνέσχου δὲ,» φησὶν, «ἐπὶ πᾶσι τούτοις, καὶ κατεσίγησας, καὶ κατεκόμισας ἡμᾶς ἕως ἐδάφους.» Ἐπειδὴ γὰρ ἀποσοβῆσαι δυνάμενος τῶν πολεμίων τὴν ἔφοδον, συγκεχώρηκεν ἰσχῦσαι, καὶ καταδραμεῖν, καὶ αὐτοῦ τοῦ νεὼ, διατεκμαίρονται λοιπὸν, ὅτι παρεώρανται δι' ὀργὴν, καὶ ἁμαρτιῶν ἐπίχειρα, τὴν ἐπ' αὐτοῖς δὴ τούτοις σιγὴν ἐσχήκασιν. ᾯ γὰρ ἐνὸν εὐκόλως ἀποστῆσαι τὴν ὕβριν, εἶτα τοῦτο μεθεὶς, καὶ προελθεῖν εἰς πέρας ἐφιεὶς τὰ δεινὰ, δῆλος ἂν εἴη δήπουθεν δριμεῖαν αὐτοῖς ἐπιστάξας ὀργὴν, ὡς καὶ δόξης ἰδίας ὑπεριδεῖν, καὶ ἀνασχέσθαι γέλωτος ἐχθρῶν, ὅταν ἐκβαίνῃ καλῶς τὸ ἐκτιννύναι δίκας τοὺς οἷς ἂν πρέποι κολάζεσθαι διὰ πολλὴν ἁμαρτίαν. Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα· Ἰδοὺ εἰμὶ τῷ ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου. Ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθείας, ἀλλὰ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Ἀναγκαίως τοῖς ἤδη προειρημένοις ἐπιφέρεται ταῦτα. Ἐπειδὴ γὰρ ἔφασκον· «Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας ἡμῶν τὰς καρδίας τοῦ μὴ φοβεῖσθαί σε·» προσεπήγαγον δὲ, ὅτι «Ἐγενήθη ἔρημος Σιὼν, ὡς ἔρημος ἐγενήθη Ἱερουσαλὴμ, εἰς κατάραν ὁ οἶκος ὁ ἅγιος ἡμῶν.» λοιπὸν ἀναγκαίως τὸ αὐτοῦ πρόσωπον εἰσβέβηκε τοῦ Χρι-