Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1405
Not analysed yet
στοῦ, τὰς αἰτίας ὥσπερ ἀπαγγέλλων, ἐφ' αἷς εἰκότως ταυτὶ πεπονθότες, οὐχ ἑαυτοῖς μᾶλλον ἐπιγράφουσι τὰς αἰτίας, ἐγκαλοῦσιν, ὥσπερ τῷ τὴν ἰσόῤῥοπον αὐτοῖς ἐπάγοντι δίκην. «Ἐμφανὴς γὰρ γέγονα,» φησὶ, «καὶ τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν·» αὐτόμολος γὰρ ὁ Σωτὴρ εἰστρέχων ἐν ταῖς συναγωγαῖς, ἐδίδασκεν αὐτοὺς κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ, καθὰ γέγραπται. Τί γὰρ οὐ πέπρακται παρ' αὐτοῦ τῶν ἐπέκεινα καὶ λόγου καὶ θαύματος; Ἀπηλλάττοντο λεπροὶ, καὶ χειρὸς ἁφῇ, καὶ νεύματι τῷ θεοπρεπεῖ, ἠγέρθησαν ἐκ μνημάτων νεκροὶ, τυφλοὶ τὸ τριπόθητον ἐδέχοντο φῶς, ἀνεσκίρτησαν ὡς ἔλαφοι τῷ ποδὶ λελωβημένοι. Καὶ γοῦν τοῖς ταῦτα τεθεαμένοις ἔφασκεν ὁ Χριστός· «Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε.» —»Εἶπον» τοίνυν, φησὶν, «Ἐγώ εἰμι τῷ ἔθνει, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου·» εὑρίσκεται γὰρ ποτὲ μὲν λέγων, «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου,» ποτὲ δὲ πάλιν, «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος·» ἀλλ' οὐκ ἤθελον ἐπικαλεῖσθαι τὸ ὄνομα αὐτοῦ, καίτοι διαῤῥήδην τὸ «Ἐγώ εἰμι» λέγοντος πλεισταχοῦ. Ὅτι δὲ γεγόνασιν ἀνουθέτητοι καὶ ἐν ἴσῳ τάχα που τοῖς οὐκ ἔχουσιν ὦτα, σκληροί τε καὶ ἀπειθεῖς, διαδείκνυσι λέγων, ὅτι «Ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα·» κατειθίσμεθα γὰρ ἀείπως τοῖς ἀνηκόοις προσδιαλεγόμενοι μετὰ βοῆς τὰς χεῖρας ἁπλοῦν, καὶ πλείστην ὅσην κατ' αὐτῶν ποιεῖσθαι τὴν ἐπίπληξιν· «ἀλλ' οὐκ ἐπορεύθησαν,» φησὶν, «ὁδῷ ἀληθινῇ.» Παρεδέξαντο γὰρ οὐδαμῶς τὸ σωτήριον κήρυγμα, «εἵποντο δὲ μᾶλλον ταῖς ἑαυτῶν ἁμαρτίαις,» τουτέστιν, ἀσχέτῳ φορᾷ κατεφέροντο πρὸς ἀτημελῆ καὶ ἐκνομωτάτην ζωὴν, δίκης τε αὐτοῖς καὶ ὀλέθρου πρόξενον. Τοῦτο πάλιν ὁ Σωτὴρ αὐτοῖς εὑρίσκεται λέγων· «Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγώ εἰμι, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Ἀντεπράττοντο γὰρ νουθετούμενοι, παρήγγειλον δὲ καὶ τοῖς ὑπὸ χεῖρα λέγοντες· «Δαιμόνιον ἔχει, καὶ μαίνεται, τί αὐτοῦ ἀκούετε;» Ναὶ μὴν κἀκεῖνο πρὸς τούτῳ βοῶντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.» Ὁ λαὸς οὗτος ὁ παροξύνων με, ἐνώπιον ἐμοῦ αὐτοὶ διὰ παντός. Θυσιάζουσιν ἐν τοῖς κήποις, καὶ θυμιῶσιν ἐν τοῖς πλίνθοις τοῖς δαιμονίοις, ἃ οὐκ ἔστι. Καὶ ἐν τοῖς μνήμασι, καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται δι' ἐνύπνια, οἱ ἐσθίοντες κρέα ὕεια, καὶ ζωμὸν θυσιῶν, μεμολυσμένα πάντα τὰ σκεύη αὐτῶν· οἱ λέγοντες, Πόῤῥω ἀπ' ἐμοῦ, ὅτι καθαρός εἰμι, μὴ ἐγγίσῃς μοι. Οὗτος ὁ καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας. Ἀνοσίους ὄντας ἐλέγχει τοὺς ἐξ Ἰσραὴλ, καὶ οὔτι που μόνον κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν, ἀλλὰ γὰρ