Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1408
Not analysed yet
ἄνωθεν, καὶ οἷον ἐκ ῥίζης, καὶ ἐκ πατέρων οἱ τὸν θεῖον αὐτοῦ παρωσάμενοι νόμον, καὶ μονονουχὶ τὸ ἐῤῥῶσθαι φθάσαντες ταῖς διὰ Μωσέως ἐντολαῖς, λελατρεύκασιν εἰδώλοις, καὶ τεθύκασι τοῖς ψευδωνύμοις θεοῖς, καὶ πνευμάτων ἀκαθάρτων γεγόνασι θεραπευταί. «Οὗτος ὁ λαὸς ἀεὶ γέγονε,» φησὶ, «παροξύνων με. Τεθύκασι γὰρ ἀκαταλήκτως,» τουτέστιν, ἐν χρόνοις μακροῖς, «ἐνώπιόν μου.» Εἶτα πῶς ἦν δύνασθαι λαθεῖν αὐτοὺς, καίτοι πάντα ἐφορῶντος Θεοῦ; Ἔφη γάρ που, καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐχὶ Θεὸς πόῤῥωθεν, μὴ ἀπ' ἐμοῦ κρυβήσεταί τι;» Οὐκοῦν εἰ μηδὲν ἀπ' αὐτοῦ κρύπτεται, πῶς ἂν ἔλαθον τινὲς θυμιῶντες ἐν κήποις, ἤγουν ἐν δρυμοῖς, ὄρεσί τε καὶ νάπαις; Τί οὖν ἄρα τὸ «ἐνώπιόν μου» δηλοῖ, ἀντὶ τοῦ, καὶ εἰς αὐτὸν τὸν ἀφιερωθέντα μοι νεών. Ἔφη γάρ τοι τοιοῦτον καὶ διὰ φωνῆς Ἱερεμίου περὶ τῆς Ἱερουσαλήμ· «Τί ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα;» Βδέλυγμα δὲ τὸ εἴδωλον ὀνομάζειν ἔθος τοῖς ἱεροῖς Γράμμασιν. Οὐκοῦν κατ' ὀφθαλμοὺς ἐμοὺς «θυμιῶσι,» φησὶ, «καὶ ἐν τοῖς κήποις,» τουτέστιν, ἐν ὄρεσιν, ὡς ἔφην, «ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου συσκιάζοντος,» κατὰ τὸ γεγραμμένον. Ἔθυον δὲ, κατὰ τὸ εἰκὸς, τοῖς Ἑλλήνων ἀκολουθήσαντες θυμοῖς, δαίμοσι τισὶν, ἃς νύμφας ἐκεῖνοι καλοῦσιν, ἁμαδρυάδας καὶ ὀρειάδας· ἀλλ' οὔκ εἰσι, φησὶν, οὐχ ὅτι μὴ ὑπάρχουσιν οἱ ἀλιτήριοι δαίμονες, ἀλλ' ὅτι θεοὶ μᾶλλον οὔκ εἰσι, κατά γε τὰς τῶν θυόντων αὐτοῖς ὑπονοίας. Ἔθυον δὲ καὶ ἐν μνήμασι, καὶ ἐν σπηλαίοις, νεκυομαντείας τὰς καλουμένας ἐπιτηδεύοντες κατὰ τὸ εἰκός. Ἐκοιμῶντο δὲ καὶ ἐν μνήμασιν, ὀνειροπομπείοις τισὶ καὶ φάσμασιν ἀπατώμενοι, καὶ τῶν ἐσομένων πολυπραγμονοῦντες τὴν γνῶσιν. Τοιαῦτα γάρ πώς εἰσι τῆς τῶν Ἑλλήνων ἀνοσιότητος τὰ εὑρήματα. Ὅτι δὲ καὶ τὴν τοῦ νόμου πεπατήκασιν ἐντολὴν, διαδείκνυσιν εἰπὼν, «Ἐσθίοντες κρέα ὕεια·» ἀπείρητο γὰρ τὰ τοιάδε τοῖς ἐξ Ἰσραήλ· ἐξεῤῥόφουν δὲ καὶ ζωμοὺς θυσιῶν, ἁπάσης ἀκαθαρσίας ἀναπιμπλάμενοι, καὶ δυσαπότριπτον ἔχοντες μολυσμόν· εἶτα νομίζοντες, ὅτι καὶ εἰς λῆξιν ἁπάσης ἐληλάκασι καθαρότητος, ὥστε καὶ λέγειν τοῖς ἐγγὺς εἶναι θέλουσιν αὐτῶν· «Πόῤῥω ἀπ' ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι.» Οἱ γὰρ πονηροὶ καὶ ἀκάθαρτοι δαίμονες ἀναπείθουσι φρονεῖν τοὺς προσκυνοῦντας αὐτοῖς, ὅτι πάντα δρῶντες, καὶ τὰ πέρα νόμου, καὶ πάσης ἐπιεικείας, μᾶλλον δὲ τὰ εἰς ἄκρον ἥκοντα μολυσμοῦ, ἔσονται καθαροὶ, δᾳδὸς ἁφθείσης παρ' [al. ἐπ'] αὐτοῖς, καὶ κύκλῳ πυρὸς περιθέοντες, ἢ τάχα που, καὶ ὕδατος ῥαντισμοῦ, καὶ μυθολογίας γραοπρεποῦς ἐπᾳδομένης αὐτοῖς. Ἀλλὰ ταυτὶ σύμπαντα φησὶ, τὰ δυσσεβῶς τε καὶ ἀνοσίως παρ' αὐτῶν γεγονότα· «Καπνός εἰσι τοῦ θυμοῦ μου, καὶ πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.» Ἴσμεν δὲ, ὅτι πυρὸς ἐξάπτεσθαι μέλλοντος προανίσχουσι καπνοί. Οὐκοῦν πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ἐν μολυσμοῖς ὄντος τοῖς ἀρτίως ἡμῖν εἰρημένοις τοῦ Ἰσραὴλ, καπνοί τινες ὥσπερ, καὶ ἀρχαὶ τῆς θείας ὀργῆς ἀνεφαίνοντο. Ἐπειδὴ δὲ