Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1409.1
Not analysed yet
ταῖς προτέραις ἑαυτῶν δυσσεβείαις προσεπήγαγον, καὶ τὴν εἰς αὐτὸν παροινίαν τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτήν· ἀπεκτόνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐξήφθη λοιπὸν ὁ θυμὸς, καὶ εἰς φλόγα τρόπον τινὰ μετέστησαν οἱ καπνοί. Ἰδοὺ γέγραπται ἐνώπιόν μου· Οὐ σιωπήσω ἕως ἂν ἀποδῶ, καὶ ἀνταποδώσω εἰς τὸν κόλπον αὐτῶν τὰς ἁμαρτίας αὐτῶν, καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος· οἳ ἐθυμίων ἐπὶ τῶν ὀρέων, καὶ ἐπὶ τῶν βουνῶν αὐτῶν ὠνείδισάν με· ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν. Ὅμοιον ὡς εἰ λέγοι· Τὰ εἰς λύπην ἐμὴν παρά τε τῶν πατέρων αὐτῶν, καὶ παρ' αὐτῶν ἀνοσίως γεγενημένα, μονονουχὶ καὶ ἐν πίνακι γεγραμμένα θεωρῶ, καὶ ἐν τοῖς ἐμοῖς εἰσιν ὀφθαλμοῖς, ἢ πῶς ἂν ἀνασχοίμην τῶν οὕτω δεινῶν, καὶ ἀπαραβλήτων κακῶν; Ἀποδώσω πάντως εἰς τὸν κόλπον αὐτῶν, δεχόμενος ἐν μνήμαις καὶ τοὺς πατέρας αὐτῶν, οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων, καὶ ἐπὶ τῶν βουνῶν, ὧν ὠνείδισάν με. Ἐπιτήρησον, ὅτι θυμιᾷν αὐτοὺς ἐν κήποις εἰπὼν ἐπὶ τῶν ὀρέων καὶ τῶν βουνῶν, ἐνθάδε φησὶ κήπους, οἶμαι, λέγων τοὺς ἐν ὄρεσι δρυμοὺς, καθὰ προειρήκαμεν. Θύοντες δὲ τοῖς ἀκαθάρτοις δαίμοσιν, εἶτα τὴν ὀφειλομένην τῷ Θεῷ δόξαν, ὀλίγου παντελῶς ἀξιοῦντες λόγου, μονονουχὶ καὶ ὠνείδιζον αὐτὸν ὡς οὐκ ὄντα Θεόν. Τὸ γὰρ ὅλως τοῖς οὐκ οὖσι θεοῖς προσκεῖσθαι θέλειν οὐδὲν ἔτερον εἴη ἂν, πλὴν ὅτι τὴν θείαν καὶ ἀνωτάτω περιυβρίζειν δόξαν. «Ἀποδώσω» τοίνυν, φησὶ, «τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν·» ἀποπεπτώκασι γὰρ ἀγαθοῦ παντὸς, δειναῖς τε καὶ ἀφύκτοις ἐνολισθήσαντες συμφοραῖς, κακοὶ κακῶς διολώλασιν. Οὕτως λέγει Κύριος· Ὃν τρόπον εὑρεθήσεται ῥὰξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ· οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι. Τούτου ἕνεκα οὐ μὴ ἀπολέσω πάντας. Καὶ ἐξαρῶ τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοὶ, καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. Ἐπηνέχθη μὲν Ἰουδαίοις τὰ ἐκ θείας ὀργῆς, καὶ ἰσοστάθμους τοῖς ἑαυτῶν πλημμελήμασιν ἐκτετίκασι δίκας, πλὴν οὐκ ἄρδην ἅπαντες, καὶ ἀδιακρίτως διολώλασι. Δίκαιος γὰρ ὁ κριτὴς, καὶ οὐκ ἂν τοῖς ἀσεβέσι συναπολέσαι τοὺς ἀγαθούς· εἰκόνα δὲ ὥσπερ ποιεῖται λαμπρὰν, καὶ ἐν τάξει παραδείγματος δέχεται βότρυν, μιᾶς ἐν αὐτῷ σωζομένης ῥαγὸς, καίτοι τῶν ἄλλων τεθαυμασμένων· εἶτα τὸν γηπόνον, ἤγουν τὸν τοῦ χωρίου δεσπότην εἰσκομίζει λέγοντά τινι· «Μὴ λυμήνῃ αὐτὸν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ· οὕτω ποιήσω,» φησὶν, «ἕνεκεν τοῦ δουλεύοντός μοι,» τουτέστιν, ἀκριβείᾳ τοσαύτῃ κεχρήσομαι, ὥστε κἂν ἐν πόλει μιᾷ τῶν ἄλλων ἁπάντων ἀπονευσάντων εἰς τὸ ἐξίτηλον, εἷς καὶ μόνος εὑρίσκηται πιστὸς, καὶ εὐήνιος, οὗτος τεύξεται φειδοῦς, καὶ οὐκ ἂν τοῖς ἑτέροις συγκινδυνεύσειε καθ' ὧν ἂν ἴοι τὸ κρίμα δικαίως. «Οὐ γὰρ μὴ ἀπολέσω πάντας,» φησί. Κατέθορε γὰρ ὥσπερ τῆς Ἰουδαίων ἀλαζονείας ὁ τοῦ Κυρίου θυμὸς, μονονουχὶ καταφλέγων τὸν ἀπειθῆ καὶ δυσάγωγον· ἐσώζετο δὲ προνοίᾳ Θεοῦ, πᾶς εἴ τις ἦν ἐν αὐτοῖς τῆς διὰ Χριστοῦ σωτηρίας ἄξιος· καὶ γοῦν ὁ θεσπέσιος Παῦλος