Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1412
Not analysed yet
λῆμμα κατ' ἐκλογὴν χάριτος γενέσθαι φησὶ καὶ ἀπολογάδην, ὥσπερ ἐξ ἁπάσης τῆς Ἰουδαίων χώρας σαγηνευθῆναι πρὸς πίστιν τὸ κατάλειμμα τοῦ Ἰσραήλ. «Οὐκοῦν οὐ μὴ ἀπολέσω πάντας,» φησὶν, «ἀλλ' ἐξαρῶ τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα.» Τὸ δὲ «ἐξαρῶ,» συνήσεις ἐνταῦθα, οὐ τὸ ἀπολέσω μᾶλλον, ὑψηλὸν δὲ καὶ ἀπόβλεπτον ἀποφανῶ· τὸ γὰρ ἐξαίρειν ἔσθ' ὅτε τὸ ὑψοῦν ἐστι. Γεγόνασι δὲ τοιοῦτοι, κατά γε φημὶ τὴν δόξαν, οἱ θεσπέσιοι μαθηταὶ ὑψηλοὶ καὶ περίοπτοι τοῖς ἁπανταχοῦ, καὶ οἷα πόλις ἐν ὄρει κειμένη, καὶ λύχνος ἐπὶ λυχνίαν κείμενος, καὶ φαίνων πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Τοῦτο δὴ οὖν τὸ ἐξ Ἰακὼβ, καὶ ἐξ Ἰούδα σπέρμα· «Κληρονομήσει,» φησὶ, «τὸ ὄρος τὸ ἅγιόν μου·» δῆλον δὲ ὅτι τὴν Ἐκκλησίαν. Οὕτω γὰρ αὐτὴν καὶ ἑτέρωθί που κατασημαίνει λέγων αὐτὸς ὁ πάνσοφος Ἡσαΐας περὶ τῶν διὰ πίστεως τῆς ἐν Χριστῷ κεκλημένων εἰς μέθεξιν, ἤγουν καὶ κοινωνίαν τῆς θείας αὐτοῦ φύσεως· «Ὅτι πίωνται εὐφροσύνην, καὶ πίωνται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ.» Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν. Ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. Ἐν τούτῳ δὴ οὖν τῷ ὄρει, φησὶ, κλῆρος ἔσται τοῖς ἐμοῖς ἐκλεκτοῖς, καὶ ἐν αὐτοῖς κατοικήσουσι πάντες, ὅσοι τὸν τῆς ἐμῆς βασιλείας ὑποτρέχουσι ζυγόν· τὸ δὲ ἀπεικὸς οὐδὲν, καὶ τὴν ἄνω πόλιν τὴν ἐπουράνιον Ἱερουσαλὴμ ὄρος ὀνομάζεσθαι λέγειν, ἐν ᾧ τῶν ἁγίων ὁ κλῆρος διανέμοντος Θεοῦ τὰ ὑπὲρ νοῦν καὶ λόγον αὐτοῖς ἀγαθά. «Ὀφθαλμὸς» γὰρ, φησὶν, «οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἂ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.» Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῳ λαῷ μου, οἳ ἐζήτησάν με. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ δρυμοῖς παρεικάζειν εὐδενδροτάτοις, καὶ ἄνθεσι τοῖς δασέσι τὰς πολυανδρούσας πόλεις, ἢ χώρας ἔσθ' ὅτε, καὶ γοῦν ἔφη τις τῶν ἁγίων προφητῶν, ὡς πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλήμ· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου· ὀλολύξατε, δρῦες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος.» Καὶ οὐ δή που φαίη τις ἂν, ὡς πίτυσί τε καὶ μέντοι δρυσὶν ὀλολύζειν ἐντέλλεται· κομιδῇ γὰρ εὔηθες τὸ χρῆμά ἐστι· ξύλοις δὲ, ὡς ἔφην, ἀφομοιοῦν ἀξιοῖ τὴν ἀριθμοῦ κρείττονα πληθὺν τῶν ἐν ταῖς πόλεσί τε καὶ χώραις. Ὠλόλυζον δὲ ταῖς τῶν πολεμίων μαχαίραις ὑποπίπτοντες Ἰουδαῖοι διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν. Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβὶδ, ἅτε δὴ μέλλοντος ἐπιφαίνεσθαι τῷ κόσμῳ Χριστοῦ· «Τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἀπὸ προσώπου Κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν.» Οὐκοῦν, «Ἐν τῷ δρυμῷ,» φησὶ, τουτέστιν, ἐν τῇ τῶν ἐθνῶν πληθύϊ, ἤτοι ταῖς αὐτῶν πόλεσί τε καὶ χώραις, «ἐπαύλεις ἔσονται ποιμνίων,» Ἐκκλησίαι δηλονότι Χριστοῦ. «καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με.» Ἀχὼρ οὗτος, γέγονε μέν τις