Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.144
Not analysed yet
ρον καρπὸν καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ.» Ἐπειδὴ δὲ αὐτῷ προσπεφύκαμεν δι' οἰκειότητος, δῆλον ὅτι τῆς πνευματικῆς, ἀποτετελέσμεθα καρποφόροι· καὶ πρός γε τοῦτο ἡμᾶς ἐμπεδοῖ λέγων αὐτός· «Μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν. Καθὼς τὸ κλῆμα οὐ δύναται καρπὸν φέρειν ἀφ' ἑαυτοῦ, ἐὰν μὴ μείνῃ ἐν τῇ ἀμπέλῳ· οὕτως οὐδὲ ὑμεῖς, ἐὰν μὴ ἐν ἐμοὶ μείνητε. Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς δὲ τὰ κλήματα· ὁ μένων ἐν ἐμοὶ, κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολὺν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.» Χρῆναι δὲ οὖν ἔγωγέ φημι προσερηρεῖσθαι δεῖν διὰ πίστεως καὶ ἀγάπης καὶ τῆς εἰς πᾶν ὁτιοῦν εὐπειθείας τῇ ἀμπέλῳ τῇ ἀληθινῇ, τοῦτ' ἔστι, Χριστῷ. Αὐτὸς γὰρ ἡμᾶς ἀποφανεῖ καρποφόρους, αὐτὸς περιθήσει φραγμὸν, καὶ ἐγερεῖ τὸ τεῖχος, καὶ ἀποστήσει διοδεύοντας. Καὶ πρὸς αὐτόν πού φησι λόγιον ἱερόν· «Καὶ οἰκοδομηθήσονταί σου ἔρημοι αἰώνιοι, καὶ μνημόσυνον γενεῶν γενεαῖς, καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν, καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις.» Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ, οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Ἀποδέδειχεν ἐναργῶς ἐν τούτοις, ὅτιπερ ὁ λόγος αὐτῷ γέγονεν οὐ περὶ αἰσθητοῦ μᾶλλον ἀμπελῶνος, ἀλλὰ περὶ νοητοῦ. Δέχεται γὰρ ἀεί πως ἡ θεόπνευστος Γραφὴ τὰ ἐμφανῆ τῶν παραδειγμάτων εἰς ἔνδειξιν τῶν ἀφανεστέρων καὶ νοητῶν πραγμάτων. Καὶ γάρ ἐστι, φησὶν, ὁ ἀμπελὼν τοῦ Κυρίου Σαβαὼθ, καὶ τὸ νεόφυτον ἠγαπημένον, ὁ οἶκος τοῦ Ἰσραὴλ, καὶ ὁ ἄνθρωπος τοῦ Ἰούδα. Ἀλλὰ καίτοι τῆς παρ' ἐμοὶ φειδοῦς καὶ ἀγάπης ἠξιωμένος, καὶ πάσης φροντίδος ἀπολελαυκὼς, οὐ γέγονεν εὔβοτρυς, οὐκ ἄμπελος εὐγενὴς, οὐ τετίμηκε νόμον, οὐδὲ ἐπιεικῆ καὶ ἁγίαν διεβίω ζωήν· ἐψεύσατο δὲ ὥσπερ καὶ τὴν τοῦ γηπονοῦντος ἐλπίδα. Ἐγὼ μὲν γὰρ προσεδόκησα κρίσιν. τοῦτ' ἔστι, τὴν ἐκ διανοίας εἰλικρινοῦς ὀρθὴν καὶ ἀμώμητον τὴν ἐφ' ἅπασι τοῖς πρακτικοῖς αἵρεσιν, ἤτοι κρίσιν. Ὁ δὲ, φησὶ, πεποίηκεν ἀνομίαν. Καίτοι πῶς ἂν ἄμπελος ἀκάνθας τέκοι; οὐκοῦν ἐψεύσατο, καθάπερ ἔφην ἀρτίως. Ὅθεν γὰρ ἦν εἰκὸς τοὺς τῆς δικαιοσύνης ἀναφῦναι καρποὺς, ἐκεῖθεν ἀδόκητος ἐκδέδοται βίος, ὁ καὶ νόμων ἔξω τῶν ἱερῶν καὶ τῶν ἐκ τῆς θείας ἐντολῆς κατάῤῥησιν ἔχων. Οὐκοῦν ἐποίησεν ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Κραυγὴν δέ φησιν ἐκεῖνο οἶμαί που δεικνύων, ὅτι γέγονεν αὐτοῖς σεσοβημένος μὲν εἰς ὀργὰς καὶ θορύβου μεστὸς ὁ βίος. Διὸ καὶ ὁ θεσπέσιος Παῦλος τοῖς ἡγιασμένοις ἐντέλλεται λέγων· «Πᾶσα δὲ κραυγὴ, καὶ ὀργὴ, καὶ θυμὸς, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ.» Πρέποι γὰρ ἂν, οὐ τοῖς καθεστῶσαν ἔχουσι τὴν φρένα, τὸ ταῖς ἀσυφήλοις κεχρῆσθαι κραυγαῖς, ἐκείνοις δὲ μᾶλλον, οἷς ὁ βίος οὐκ ἀσφαλής· μᾶλλον δὲ πρὸς πᾶν ὁτιοῦν εὐκόλως τῶν κακῶν, καὶ θυμῷ μᾶλλον ἢ συνέσει διοικουμένοις. Ἔοικε δὲ καὶ τὴν παγχάλεπον τῶν Ἰουδαίων κραυγὴν ὑπαινίττεσθαι, ἢν ἐπ' αὐτῷ πεποίηνται τῷ Χριστῷ. Πιλάτου γὰρ ὀνειδίζοντος, εἰ δὴ βούλοιντο