Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1413
Not analysed yet
τῶν ἐξ αἵματος Ἰσραήλ· πεπορθημένης δὲ τῆς Ἱεριχὼ, εἶτα Θεοῦ προστάξαντος ἀναθεματίσαι πάντα τὰ ἐν αὐτῇ, κέκλοφεν ἐκ τοῦ ἀναθέματος. Ἐπειδὴ δὲ παρεδείχθη παρὰ Θεοῦ, πικρὰς ἐζητήθη δίκας· ἀπόλωλε γὰρ πανοικὶ, καθορίσαντος αὐτοῦ τὴν δίκην Ἰησοῦ τοῦ Ναυῆ. Ἧν οὖν ἄρα εἰς κατάραν ἡ φάραγξ ἡ Ἀχώρ. Τοιαῦται δέ πως καὶ αἱ τῶν ἐθνῶν χῶραι· κεκατηραμέναι γὰρ, καὶ θεομισεῖς, ὡς οὐδενὸς ὄντος ἐν αὐταῖς τοῦ τὸν φύσει Θεὸν εἰδότος· ἀλλ' ἡ ἐπικατάρατος χώρα, φησὶ, κατὰ τοὺς παλαιοὺς εἰς ἀνάπαυσιν ἔσται βουκολίων, τουτέστι, σηκοὶ προβάτων νοητῶν, ὑπὸ χεῖρα Χριστοῦ τοῦ πάντων ἀρχιποιμένος, ὃς τοῖς Ἰουδαίων δήμοις προσπεφώνηκε λέγων περὶ τῶν ἐθνῶν, «Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.» Ἐζήτησαν γὰρ αὐτὸν διὰ τῆς πίστεως οἱ ποτὲ πλανώμενοι, καὶ δὴ καὶ εὑρόντες, οἰκεῖοι γεγόνασιν αὐτοῦ, καὶ συμπολῖται τῶν ἁγίων, καὶ συγκληρονόμοι τῶν ἐπηγγελμένων αὐτοῖς ἀγαθῶν. Ὑμεῖς δὲ, οἱ ἐγκαταλιπόντες με, καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαίμονι τράπεζαν, καὶ πληροῦντες τῇ Τύχῃ κέρασμα· ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, καὶ πάντες ἐν σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε· ἐλάλησα, καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου, καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε. Ὥσπερ γέγονεν οὐκ ἀζήμιον τοῖς ἐξ αἵματος Ἰσραὴλ τὸ ἀπειθῆσαι Χριστῷ, δέδονται γὰρ εἰς σφαγὴν, ἐλέῳ Θεοῦ καὶ φιλανθρωπίᾳ σεσωσμένου τοῦ καταλείμματος, οὕτω καὶ ἐπὶ τῇ τῶν ἐθνῶν κλήσει συνήσεις. Οἱ μὲν γὰρ τὴν διὰ Χριστοῦ σωτηρίαν ἁρπάσαντες, ἔξω γεγόνασι καὶ πυρὸς, καὶ δίκης, καὶ τῶν ἐκ θείας ὀργῆς· οἱ δὲ ταῖς ἑαυτῶν ἀμαθίαις ἐναπομείναντες, καὶ ἀναπόνιπτον ἐσχηκότες τῶν ἀρχαίων αἰτιαμάτων τὸν μολυσμὸν, διὰ τοῦ προσκεῖσθαι θέλειν ταῖς τῶν εἰδώλων λατρείαις, δοθήσονται πρὸς σφαγήν. Κατοιχήσονται γὰρ εἰς ᾅδου, καὶ ἀτελεύτητον ἕξουσι τὴν διὰ πυρὸς ἀκοιμήτου κόλασιν. Ὑμεῖς τοίνυν, φησὶν, οἱ ἐγκαταλιπόντες με, τουτέστιν, οἱ μέχρι παντὸς ἀποστάται, καὶ οἷον εἰς λήθην κατενηνεγμένοι παντελῆ τοῦ ὄρους τοῦ ἁγίου μου. Οὐ γὰρ ἀνέχονταί τινες τῶν πεπλανημένων, καὶ τῶν τῇ κτίσει λελατρευκότων, οὐδ' ὅσον εἰπεῖν εἰδέναι τὸ τῆς Ἐκκλησίας ὄνομα· «οἱ τοῖς δαιμονίοις τραπέζας τελοῦντες, καὶ κεράσματα πληροῦντες τῇ Τύχῃ.» Ἔδρων δέ τι τοιοῦτον οἱ διαβολικῆς ἀχλύος μεμεστωμένην ἔχοντες τὴν καρδίαν. Εἰς σφαγὴν παραδοθήσεσθε, κἂν εἴ τις ὅτου χάριν τολμήσῃ λέγειν, ἐρῶ πρὸς αὐτόν· Ἐκάλεσα καὶ οὐχ ὑπηκούσατε, ἀλλ' ἔμμονον καὶ ἀναπόβλητον ἔχετε πονηρίαν, μόνα δρῶντες τὰ τοῖς ἐμοῖς ἀπᾴδοντα νόμοις, καὶ κατακιβδηλεύοντες μὲν πάντα τρόπον ἀγαθουργίας, ἀπόλεκτα δὲ ποιεῖσθαι σπουδάζοντες, τὰ δι' ὧν ἄν τις γένοιτο παντὸς ἀνάμεστος ῥύπου. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ