Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1416
Not analysed yet
δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσητε. Ἰδοὺ οἱ δουλεύοντές μοι εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε. Ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξετε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύζετε. Κατελείψατε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου· ὑμᾶς δὲ ἀνελεῖ Κύριος. Ἀεὶ παρατίθησιν ἀναγκαίως τοῖς στεφάνοις τὰ μοχθηρὰ, δι' ἀμφοῖν ἀποφέρων εἰς τὸ δεῖν ἑλέσθαι τὰ ἀρέσκοντα αὐτῷ, καὶ φρονεῖν τε καὶ δρᾷν· ὥσπερ γὰρ σαγηνεύει τὰ γέρα πρὸς ἄφεσιν ἀρετῆς, οὕτω τῆς δίκης τὸ πικρὸν ἐξίστησι μὲν ἔσθ' ὅτε τῶν τῆς φαυλότητος τρόπων, μετασοβεῖ δὲ πρὸς τὰ βελτίω. Εὐτεχνέστατα τοίνυν τὰς τῶν καλουμένων ὑποτρέχει διανοίας, γέρα τε ὑπισχνούμενος αὐτοῖς, καὶ κολάσεις ἀπειλῶν. «Φάγονται γὰρ οἱ δουλεύοντές μοι,» φησὶν, «ὑμεῖς δὲ πεινάσετε, καὶ πίωνται μὲν ἐκεῖνοι, διψήσητε δὲ ὑμεῖς.» Εὐφραινομένων δὲ αὐτῶν, ὑμεῖς αἰσχυνθήσεσθε· οἱ γὰρ τὸν φύσει καὶ ἀληθῶς ἐπεγνωκότες Θεὸν, καὶ τῶν ψευδωνύμων ἀποπηδήσαντες, καὶ τὸ τῆς ἀληθοῦς λατρείας θαυμάσαντες κάλλος, ἐντρυφήσουσιν ὄντως ταῖς ἄνωθεν εὐλογίαις καταπιαινόμενοι τὰς καρδίας, καὶ τραπέζῃ προσβάλλοντες τῇ ζωοποιῷ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καὶ τὸν ἄρτον ἐσθίοντες τῆς ζωῆς, καὶ πόμα τὸ θεῖον, δι' οὗπερ ἂν γένοιντο θυμηδίας τῆς ἄνωθεν μέτοχοι· διακαθαίρει γὰρ ἁμαρτίας, καὶ ἐξίστησι τὸ λυποῦν, καὶ τὸν ἐπὶ τῷ κολάζεσθαι φόβον κατισχύειν οὐκ ἐᾷ τῶν ἡμετέρων διανοιῶν. Εὐφραινόμεθα γὰρ μᾶλλον ἐπ' ἐλπίδι ἀγαθῶν, ἃ τοῖς ἀγαπῶσι τὸν Θεὸν ηὐτρεπίσθαι φησὶ τὸ Γράμμα τὸ ἱερὸν, «Ἀλλ' ὑμεῖς,» φησὶν, οἱ μεμενηκότες ἐν πλάνῃ, «κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε.» Καταφοιτήσαντος γὰρ ἐξ οὐρανῶν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, εἶτα νέμοντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, θρηνήσουσι πάντες, καὶ κατοιμώξουσιν οἱ μήτε Θεὸν ἐπεγνωκότες. τὸν ἀληθινὸν, ἐναποθανόντες δὲ μᾶλλον ταῖς ἑαυτῶν ἁμαρτίαις. Κατελείψατε γὰρ, φησὶ, τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς ἀνελεῖ Κύριος. Ἄθρει δή μοι πάλιν τῆς ἐννοίας τὸ βάθος. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ τὸ εἰς πλησμονὴν ἔσθ' ὅτε λέγειν, ἀντὶ τοῦ εἰς κόρον, καὶ μῖσος. Ἔφη γάρ που Θεὸς τοῖς ἐξ αἵματος Ἰσραήλ· «Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· ἐγενήθητέ μοι εἰς πλησμονήν.» Ὑμεῖς τοίνυν, φησὶν, οἱ μήτε τῶν ψευδωνύμων ἀποστάντες θεῶν, ἐντεθνεῶτες δὲ καὶ ταῖς ἑαυτῶν ἁμαρτίαις, τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν, ἤγουν εἰς μῖσος κατελείψατε τοῖς ἐκλεκτοῖς μου· τοῖς γὰρ ἅπαξ ἐξειλεγμένοις, οὐδεὶς τὸ τῶν δεισιδαιμόνων ὅνομα ποιεῖται παράδεκτον. Φεύγει δὲ ἅπας τὸ καλεῖσθαι θεομισὴς, καὶ εἰδωλολάτρης ἀνόσιός τε καὶ βέβηλος· ἐφίεται δὲ μᾶλλον τοῦ καλεῖσθαι λαὸς ἅγιος, ἔθνος ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, κατὰ τὴν θεσπεσίου Πέτρου φωνήν. Εἰ δὲ δὴ βούλοιτό τις τοῖς ἐξ αἵματος Ἰσραὴλ ἐφαρμόσαι τὸ εἰρημένον, ἵνα πρὸς αὐτοὺς λέγηται τὸ, «Κατελεί-