Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1417
Not analysed yet
ψατε τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου·» φαμὲν, ὅτι τέκνα Θεοῦ, καὶ λαὸς αὐτοῦ, καὶ κλῆρος ἐκαλεῖτο μὲν ὁ Ἰσραήλ· ἐπειδὴ δὲ κατώλισθον ἀσχέτως εἰς τὸ ἐξήνιον, ἐκπεπτώκασι μὲν τῆς τοιαύτης δόξης αὐτοὶ, κεκληρονομήκασι δὲ ὥσπερ αὐτὸν οἱ ἐξ ἐθνῶν κεκλημένοι· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Θεὸς διὰ φωνῆς Ὠσηέ· «Καλέσω τὸν οὐ λαόν μου, λαόν μου, καὶ ἐρῶ τῷ οὐ λαῷ μου· Λαός μου εἶ σύ.» Τοῖς δὲ δουλεύουσιν αὐτῷ, κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν. Καὶ οἱ ὀμνύοντες ἐπὶ τῆς γῆς, ὀμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν· ἐπιλήσονται γὰρ τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν. Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινὴ, καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ' οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ' εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ. Πάντα γέγονεν ἐν Χριστῷ καινὰ, καὶ λατρεία, καὶ ζωὴ, καὶ νομοθεσία· οὐ γὰρ σκιαῖς ἔτι καὶ τύποις ἀνονήτοις προσκείμεθα· τελοῦμεν δὲ μᾶλλον τῷ ἐπὶ πάντων Θεῷ τὴν ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκύνησιν καὶ λατρείαν. Χρηματίζομεν δὲ οὐ κατά γε τοὺς ἐξ αἵματος Ἰσραὴλ, ὡς ἐκ τῶν γενεαρχῶν, ἤτοι πατέρων, Ἐφραῒμ, ἢ Μανασσῆ, ἢ καὶ ὡς ἐξ ἑτέρας φυλῆς, ἀλλ' οὐδὲ τὴν τῶν Γραμματέων καὶ Φαρισαίων ἐρχόμεθα τρίβον, τὴν τοῦ γράμματος παλαιότητα τοῦ παντὸς ἀξιοῦντες λόγου, ἀλλ' ἐν καινότητι ζωῆς εὐαγγελικῆς προσίεμεν τῷ Χριστῷ, καὶ τὴν ἀπ' αὐτοῦ κλῆσιν, ὥσπερ τινὰ στέφανον ἀναδούμενοι, χρηματίζομεν Χριστιανοί. Τοῦτο δὴ τὸ διαβόητον, καὶ εὐλογημένον ὄνομα κατὰ πᾶσάν ἐστι τὴν ὑπ' οὐρανόν. Ἐπειδὴ δὲ ηὐλογήθημεν παρὰ Χριστοῦ, καὶ ἡμεῖς αὐτὸν ταῖς εὐλογίαις καὶ ἀκαταλήκτοις δοξολογίαις κατευφραίνειν σπουδάζομεν. Πάλαι μὲν γὰρ, ἤτοι πρὸ τῆς εἰς αὐτὸν πίστεως, τοῖς οὐκ οὖσι θεοῖς ἐξυφαίνοντες τὰς ᾠδὰς, ἐγελώμεθα δικαίως. Ἐπειδὴ δὲ τὸν φύσει Θεὸν ἐγνώκαμεν, ὑμνοῦμεν αὐτὸν, καὶ καρπὸν χειλέων καὶ γλώττης αὐτῷ προσκομίζομεν, τὰς δοξολογίας αὐτοῦ μεμνημένοι, κἂν εἰ γένοιτό πως ἀνάγκη καὶ χρεία τῆς διὰ τῶν ὅρκων πληροφορίας, ἐφ' ὅτῳ οὖν τῶν πραγμάτων ὀμοῦνται τὸν Θεὸν τὸν ἀληθινόν. Ἔθος μὲν γὰρ τοῖς τῶν εἰδώλων θεραπευταῖς, ὅρκιον ἔσθ' ὅτε ποιεῖσθαι τὸν οὐρανὸν, ἢ καὶ ἕτερόν τι τῶν ἐν αὐτῷ στοιχείων. Οἱ δὲ τὴν πίστιν παραδεξάμενοι, καὶ τῶν εἰς τοῦτο πλημμελημάτων ἀποφοιτῶσι νεανικῶς· ὅρκιον γὰρ ποιοῦνται μόνον τὸν τῶν ὅλων Θεὸν, αὐτὸν εἰδότες φύσει τε καὶ ἀληθῶς Δεσπότην, καὶ ἕτερον ἐπ' αὐτῷ παντελῶς οὐδένα. Τοῦτο καὶ ὁ διὰ Μωσέως προστέταχε νόμος· «Κύριον γὰρ, φησὶ, τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ·» εἶτά φησιν, ὅτι «Ἐπιλήσονται τὴν θλίψιν αὐτῶν τὴν πρώτην, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν·» καὶ θλίψιν ἔοικεν ἐν τούτοις ὀνομάζειν, ἣν ὑπέστησαν μοχθηρίαν, ὅτε Θεὸν οὐκ εἰδότες τὸν ἀληθινὸν, τῇ τῶν δαιμονίων σκαιότητι δεδουλεύκασι. Προσέταττε