Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1420
Not analysed yet
[γρ. προσετάττοντο] γὰρ καταθύειν αὐτοῖς, οὐχὶ δήπου μόνον πρόβατά τε καὶ βοῦς, ἀλλὰ γὰρ καὶ τὰ ἔκγονα τῆς κοιλίας αὐτῶν, καθὰ γέγραπται· «Τεθύκασι γοῦν τινες υἱούς τε καὶ θυγατέρας.» Μοχθηρία δὲ καὶ ἑτέρως ἦν, τὸ ἀναριθμήτοις οὕτω λατρεύειν θεοῖς, καὶ θεραπεύειν ἐπείγεσθαι τοὺς μὴ ἐγνωσμένους· εἰκὸς δὲ τοῦτο, καὶ ἐπιβουλεύεσθαί τινας παρὰ τῶν ἠμελημένων· τὸ ἀπεικὸς γὰρ οὐδὲν ἐννοεῖν, ὅτι κρατοῦντες αὐτῶν οἱ βδελυροὶ καὶ μιαιφόνοι δαίμονες, καὶ ἀδικεῖν ἐδύναντο, σκέπην οὐκ ἔχοντας τὴν παρὰ Θεοῦ. «Ταύτην, φησὶ, τὴν ἑαυτῶν θλίψιν ἐπιλήσονται. Ἔσται γὰρ ὁ οὐρανὸς καινὸς, καὶ ἡ γῆ καινή.» Πῶς, ἢ τίνα τρόπον; Πάλαι μὲν γὰρ ἐνόμιζον, θεοὺς εἶναι γῆν τε καὶ οὐρανόν· φῶς δὲ τὸ θεῖον λαβόντες εἰς νοῦν διὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, καινὰς ὥσπερ ἐννοίας ἕξουσιν ἐπ' αὐτοῖς. Εἴσονται γὰρ ὅτι οἱ μὲν οὐκ εἰσὶ [θεοὶ], ποιήματα δὲ τοῦ πάντων τεχνίτου καὶ δημιουργοῦ. «Οὕτω δὲ διατεθέντες, φησὶν, οὐκ ἔτι μεμνήσονται τῶν προτέρων·» ἀποβαλοῦσι γὰρ ὁμοῦ τῷ Ἑλληνισμῷ, καὶ ἃς ἐσχήκασι δόξας περί τε τῶν στοιχείων αὐτῶν, καὶ τῶν πάλαι πεπλανηκότων, ἢ δαιμόνων, ἢ ἀνθρώπων, οἳ τῇ πλάνῃ συνήγορον τὴν ἑαυτῶν παρέστησαν γλῶσσαν. Ἀντὶ δὲ τῆς θλίψεως τῆς πάλαι, φησὶν, εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ. Καὶ ἐν αὐτῇ, τίνι; Ἢ πάντως φήσειεν· Τῇ Ἐκκλησίᾳ Χριστοῦ. Ἐπισημήνασθαι δὲ ἀναγκαῖον, ὅτι ταῦτα τινὲς τῶν ἐξηγητῶν ἀνάπτουσι τοῖς καιροῖς, οὐ τοῖς τῆς ἐπιδημίας μᾶλλον, ἀλλὰ τοῖς ἐσομένοις μετὰ τὸν αἰῶνα τὸν ἐνεστηκότα· ἔσεσθαι γὰρ τοὺς δικαίους ἐν εὐφροσύνῃ καὶ χαρᾷ φησι, καὶ ἐν ἀτελευτήτοις τρυφαῖς, πνευματικαῖς δηλονότι, καὶ αὐτῆς τῆς κτίσεως μεταβαλούσης εἰς ἀνακαινισμόν. Ἔφη γάρ τις τῶν ἁγίων ἀποστόλων· «Ἥξει γὰρ ἡμέρα Κυρίου, ὡς κλέπτης, ἐν ᾗ οὐρανοὶ μὲν ῥοιζηδὸν παρελεύσονται, στοιχεῖα δὲ καυσούμενα λυθήσεται. Γῆ δὲ καὶ τὰ ἐν αὐτῇ πάντα καυθήσεται, καινοὺς δὲ οὐρανοὺς, καὶ καινὴν γῆν, καὶ τὰ ἐπαγγέλματα αὐτοῦ προσδοκῶμεν.» Ἐξέστω δὴ οὖν τοῖς ἐχέφροσι τὸ δοκοῦν ἑλέσθαι τῶν θεωρημάτων, μᾶλλον δὲ τοῦτό τε κἀκεῖνο. Ἀπόβλητον γὰρ κατ' οὐδένα τρόπον τὸ πεφυκὸς ὠφελεῖν. Ὅτι ἰδοὺ ἐγὼ ποιῶ Ἱερουσαλὴμ ἀγαλλίαμα, καὶ τὸν λαόν μου εὐφροσύνην, καὶ ἀγαλλιάσομαι ἐπὶ Ἱερουσαλὴμ, καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου. Καὶ οὐκέτι οὐ μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κραυγῆς, καὶ οὐ μὴ γένηται ἐκεῖ ἄωρος, καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ. Ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται. Βαθὺ τὸ θεώρημα, καὶ ἀσυμφανὴς ἄγαν τῆς προκειμένης ἡμῖν προφητείας ὁ νοῦς. Πλὴν, ὡς ἔνι, διειπεῖν πειράσομαι. Ἱερουσαλὴμ τοιγαροῦν ὀνομάζειν ἔοικεν ἐν τούτοις, οὐ τὴν ἀρχαίαν ἐκείνην, ἀλλὰ μᾶλλον τήν τε ἐξ Ἰουδαίων καὶ ἐθνῶν Ἐκκλησίαν, ταύτην ἀγαλλίαμα καὶ εὐφροσύνην ἀναδείξειν ἐπαγγέλλεται, καὶ τὸ πρᾶγμά ἐστιν ἀληθὲς, ὡς ἀπὸ τῆς πείρας αὐτῆς μαρτυρούμενον· κατηφὲς γὰρ οὐδὲν ἐν Ἐκκλησίᾳ Χριστοῦ· πλουτεῖ ἐλπίσι ταῖς εἰς ἀτελεύτητον ζωὴν καὶ ἀμήρυτον δόξαν· ἔχει δὲ πολὺ τὸ