Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1421
Not analysed yet
περιφανὲς ἐν τῷδε τῷ κόσμῳ· ἢ τάχα που καὶ ἑτέρως· Ἀγαλλίαμα καὶ εὐφροσύνην ἐμαυτοῦ θήσομαι, φησὶ, τὴν Ἱερουσαλήμ. Ἡσθήσομαι γὰρ ἐπὶ τῷ λαῷ μου· καὶ τῆς θυμηδίας τὰς ἀφορμὰς ἐπιφέρει λέγων· Οὐκέτι μὴ ἀκουσθῇ ἐν αὐτῇ φωνὴ κλαυθμοῦ, οὐδὲ φωνὴ κραυγῆς· ὡς ἐκ διαβολῆς δὲ τῶν ἀρχαιοτέρων πραγμάτων τὸν τῆς Ἐκκλησίας ἔπαινον ἐξυφαίνει Θεός. Πάλαι μὲν γὰρ οἱ τῆς Ἰουδαίων Συναγωγῆς ἡγούμενοι, μετὰ δώρων ἔκρινον, καὶ οὐκ ᾔδεσαν δικαιοῦν ὀρφανὸν ἢ χήραν. Ἐπειδὴ δὲ ἦσαν λημμάτων αἰσχρῶν ἐρασταὶ, ἀθώου καὶ δικαίου κατεψηφίζοντο, καὶ τοὺς ταῦτα πεπονθότας πᾶσά πως ἀνάγκη, καὶ δακρυῤῥοεῖν, καὶ κατολοφύρεσθαι μετὰ κραυγῆς, ὡς ἠδικημένους. Εἴρηται γοῦν που περὶ τῆς Ἱερουσαλὴμ διὰ φωνῆς Ἱερεμίου· «Ὦ πόλις ψευδής· ὅλη καταδυναστεία ἐν αὐτῇ. Ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς. Ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός.» Ἔφη δέ τις καὶ ἕτερος τῶν ἁγίων προφητῶν· «Καὶ ἐκονδύλιζον εἰς κεφαλὰς πτωχῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν.» Ἡσθήσομαι τοίνυν, φησὶν, ἐπὶ τῷ λαῷ μου, δικαιοσύνης ὄντα τῆς ἀληθοῦς ἐργάτην ὁρῶν. Δακρύσει γὰρ οὐδεὶς παρ' αὐτοῖς, δῆλον δὲ ὅτι πλεονεκτούμενος· κατακράξεται δὲ πάλιν οὐδεὶς, ὡς ἠδικημένος. «Καὶ οὐ μὴ γένηται ἐκεῖ, φησὶν, ἄωρος καὶ πρεσβύτης, ὃς οὐκ ἐμπλήσει τὸν χρόνον αὐτοῦ. Ἔσται γὰρ ὁ νέος ἑκατὸν ἐτῶν, ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται.» Οἶμαι δὲ ἐγὼ βούλεσθαί τι τοιοῦτον ὑποδηλοῦν τῆς προφητείας τὸν νοῦν. Ἄωρον μὲν γὰρ νομίζειν ἔοικε τὸν ἐξ ἐθνῶν ἔτι νέον λαὸν, περὶ οὗ φησιν ὁ Δαβίδ· «Ὁ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον·» τούτοις δὲ ἐπιστέλλει καὶ ὁ Χριστοῦ μαθητὴς, λέγων· «Ὡς ἀρτιγέν[ν]ητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθήσατε.» Οὐκοῦν ἄωρος ὁ νέος, πρεσβύτης γε μὴν ὁ ἐκ περιτομῆς, ἤγουν ἐξ αἵματος Ἰσραὴλ, ἅτε δὴ προσκεκλημένος, καὶ κατά γε τὴν νοητὴν Ἐκκλησίαν προειληφώς· Ἀλλ' ἐν τῇ κλήσει, φησὶ, τῇ διὰ Χριστοῦ, καὶ ἐν καιροῖς τῆς ἐπιδημίας, οὔτε ἄωρος, οὔτε πρεσβύτης διαφορὰν ἕξουσι τὴν κατὰ τοῦτο αὐτὸ πρὸς ἀλλήλους· πάντες γὰρ ἔσονται τέλειοι, καὶ πάντες ἐμπλήσουσι τὸν χρόνον, τουτέστιν, εἰς ἄνδρα τέλειον ἀναβήσονται, καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ὁ γὰρ νέος, τουτέστιν, ὁ ἐξ ἐθνῶν λαὸς, ἔσται ἑκατὸν ἐτῶν, ἀντὶ τοῦ, τέλειος, καὶ πεπολιωμένος τὰς φρένας, καὶ πνευματικῆς ἡλικίας εἰς λῆξιν ἐλάσας· τελειότητος γὰρ σημεῖον, ἤτοι σύμβολον, ὁ ἑκατὸν ἐτῶν ἀριθμός. Εἶτά φησιν, ὅτι «Ὁ δὲ ἀποθνήσκων ἁμαρτωλὸς ἑκατὸν ἐτῶν, καὶ ἐπικατάρατος ἔσται.» Διαδείκνυσιν ἐν τούτοις, ὅτι καὶ ἡ κατὰ νόμον τελείωσις, ἀνόνητος τοῖς ἔχουσιν αὐτὴν, οὐ προσηκαμένοις τὴν πίστιν τὴν διὰ Χριστοῦ, καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος λύτρωσιν, δι' ἧς καὶ μόνης τοὺς ἐκ τῆς ἁμαρτίας ἀποτριβόμεθα λογισμούς. Οὐκοῦν κἂν εἴτις ἑκατὸν ἐτῶν ὑπάρχων, φησὶ, τουτέστι, τὴν τελειότητα τὴν κατὰ τὸν νόμον ἔχοι· εἶτα τελευτήσειεν ἁμαρτωλὸς, τουτέστι, τὴν ἐν πίστει