Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1424
Not analysed yet
δικαιοσύνην οὐ λαβὼν, ἔσται καὶ ἐπικατάρατος, ἀντὶ τοῦ, καὶ ταῖς τοῦ νόμου παραβάσεσιν ἔνοχος εὑρεθήσεται. Οὐδεὶς γὰρ γέγονε τοσοῦτος ἐν Ἰουδαίοις, ὡς κατὰ μηδένα τρόπον διαπεσεῖν· «Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι. Ὅτι δὲ ἀνόνητος καὶ τοῖς κατὰ νόμον τετελειωμένοις ἡ εἰς τοῦτο σπουδὴ, τῆς διὰ Χριστοῦ χάριτος οὐ προσειλημμένης, διαδείκνυσιν εὖ μάλα τισὶ γεγραφὼς ὁ πάνσοφος Παῦλος, ὅτι σκύβαλα μὲν ἡγήσατο τὰ ἐν νόμῳ πάντα, ἵνα Χριστὸν κερδάνῃ, καὶ εὑρεθῇ ἐν αὐτῷ μὴ ἔχων τὴν αὐτοῦ δικαιοσύνην, τουτέστι, τὴν ἐν νόμῳ, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ. Γράφεται δὲ ὥσπερ ἀνοίας τοὺς Ἰουδαίους, οὕτω λέγων· «Ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν ζητοῦντες στῆσαι τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.» Ἔφη δὲ πάλιν· «Ἡμεῖς φύσει Ἰουδαῖοι, καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί· εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ἐπιστεύσαμεν.» Κεχρημάτικε δὲ διὰ τοῦτο κατάρα Χριστὸς, ἵνα τῆς τοῦ νόμου κατάρας ἐξέληται τοὺς ὑπ' αὐτῇ γεγονότας· γέγραπται γὰρ, ὅτι «Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ νόμῳ τοῦ βιβλίου τούτου, τοῦ ποιῆσαι αὐτά.» Καὶ οἰκοδομήσουσιν οἰκίας, καὶ αὐτοὶ ἐνοικήσουσι· καὶ καταφυτεύσουσιν ἀμπελῶνας, καὶ αὐτοὶ φάγονται τὸν καρπὸν αὐτῶν. Καὶ οὐ μὴ οἰκοδομήσωσι, καὶ ἄλλοι οἰκήσουσι· καὶ οὐ μὴ φυτεύσωσι, καὶ ἄλλοι φάγονται. Κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς ἔσονται αἱ ἡμέραι τοῦ λαοῦ μου· τὰ ἔργα τῶν πόνων αὐτῶν παλαιώσουσιν. Οἱ δὲ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ὅτι σπέρμα εὐλογημένον ὑπὸ Θεοῦ ἐστι. Καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς, ἐγὼ εἰσακούσομαι αὐτῶν. Ἔτι λαλούντων αὐτῶν, ἐρῶ· Τί ἐστιν; Εἰρήνην αὐτοῖς τὴν ἀκράδαντον, φειδῶ καὶ εὐμένειαν, χρηστότητα καὶ φιλανθρωπίαν ἐπαγγέλλεται. Πάλαι μὲν γὰρ οἱ ἐξ αἵματος Ἰσραὴλ, διὰ πολλῆς ἄγαν ἀπονοίας, καὶ πολυειδοῦς φαυλότητος, καὶ τοῦ μὴ ἀνέχεσθαι ζῇν ὀρθῶς, παροτρύνοντες διετέλουν τὸν τῶν ὅλων κρατοῦντα Θεόν· ταύτης ἕνεκα τῆς αἰτίας κατὰ πολλοὺς ᾐκίζοντο τρόπους· ποτὲ μὲν γὰρ κατεφθείροντο τὰ ἐν ἀγροῖς, καὶ τοὺς ἐπὶ ταῖς γηπονίαις ἱδρῶτας ὑφιστάμενοι μάτην, λιμῷ κατετρύχοντο· γέγραπται γὰρ, ὅτι «Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι.» Εἴρηται δέ που πρὸς αὐτοὺς καὶ δι' ἑνὸς τῶν ἁγίων προφητῶν· «Σὺ σπερεῖς, καὶ οὐ μὴ ἀμήσεις· σὺ πιέσεις ἐλαίαν, καὶ οὐ μὴ ἀλείψῃ ἔλαιον, καὶ οἶνον οὐ μὴ πίητε.» Καὶ πάλιν· «Οἴκους ξυστοὺς οἰκοδομήσετε, καὶ οὐ μὴ κατοικήσητε ἐν αὐτοῖς· ἀμπελῶνας ἐπιθυμητοὺς φυτεύσετε, καὶ οὐ μὴ πίητε τὸν οἶνον αὐτῶν.» Ἐπεφέροντο γὰρ αὐτοῖς ἔσθ' ὅτε καὶ πολέμων ἐμβολαὶ, ὥστε τοὺς μὲν τοῖς αὐτῶν δαπανᾶσθαι ξίφεσι, τοὺς δὲ τὸ παθεῖν δεδιότας, καὶ οἴκων αὐτῶν καὶ τῆς ἐνεγκούσης ἀποπηδᾷν, καὶ εἰς ἑτέρας