Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1425
Not analysed yet
μετανίστασθαι χώρας· ἀλλὰ ταυτὶ μὲν οἱ παλαιοὶ πεπόνθασι, καὶ οὐχ ἅπαξ, διὰ πολλὴν ἁμαρτίαν· οἵ γε μὴν ἐν Χριστῷ τὴν διὰ πίστεως ἁρπάσαντες χάριν, καὶ τοὺς ἐκ τῆς ἁμαρτίας ἀπονιψάμενοι μολυσμοὺς διὰ τοῦ ἁγίου βαπτίσματος, οὐ τοῖς ἐκείνων περιπεσοῦνται κακοῖς, οὔτε μὴν τῶν αὐτοῖς πεπονημένων πνευματικῶς ἀδόκητον ὑπομενοῦσι ζημίαν· ἐντρυφήσουσι δὲ μᾶλλον τοῖς ἑαυτῶν κατορθώμασι, κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον· «Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι·» καρπῶν λεγομένων τῶν κάτωθεν τῆς παλάμης σαρκῶν. Ἐκβάλλει γὰρ αὐτοὺς οὐδείς· οὔτε μὴν ἀποσοβήσει ποτὲ τῆς δοθησομένης αὐτοῖς παρὰ Θεοῦ μονῆς. Πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρί· ἀλλ' οὐδ' ἂν ἀποπεσοῦνται τοῦ κλήρου τοῦ δοθησομένου καὶ πρέποντος ταῖς νοηταῖς αὐτῶν εὐκαρπίαις· ἔσται γὰρ, φησὶν, ἡ ζωὴ αὐτῶν κατὰ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς, τουτέστιν ἁγία[ν]. Τοιαύτη γὰρ ἦν πρὸ τῆς παραβάσεως ἐν τοῖς πρωτοπλάστοις, ὅτε καὶ ἐξῆν αὐτοῖς ἐν μεθέξει γενέσθαι τοῦ ξύλου τῆς ζωῆς, οὔπω τῆς βδελυροτάτης καὶ θεομισοῦς ἁμαρτίας λαβούσης τόπον ἐν αὐτοῖς. Προσεπάγει τι τοιοῦτον καὶ ἕτερον τῆς προφητείας ὁ λόγος· «Τὰ γὰρ ἔργα, φησὶ, τῶν χειρῶν αὐτῶν παλαιώσουσι,» τουτέστιν, ἀναμετάβλητον ἕξουσι τὴν τῶν πρακτέων ὁδόν. Οἷον δή τί φημι. Δέδοται μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ διὰ Μωσέως ὁ νόμος· ἀλλ' ἦν ἐν αὐτῷ σκιὰ καὶ τύπος, ἔχων μὲν τῆς ἀληθείας τὴν μόρφωσιν, πλὴν οὔπω καὶ αὐτὴν τὴν ἀλήθειαν. Ἐπειδὴ δὲ ἐπέλαμψεν ὁ Χριστὸς, μετέβαλον οἱ τύποι πρὸς ἀλήθειαν, καὶ οἷον μετεκλίθησαν αἱ σκιαὶ καὶ πεπαλαίωνται, τουτέστιν, οὐ μέχρι παντὸς κεκράτηκε τῆς ἐν νόμῳ πολιτείας ἡ δύναμις. Οὐκοῦν οἱ μὲν ἐξ αἵματος Ἰσραὴλ οὐκ ἐπαλαίωσαν τὰ ἔργα αὐτῶν (ἀνόνητος γὰρ ἡ νομικὴ λατρεία, τό γε ἧκον εἰς τύπους), παλαιώσουσι δὲ οἱ ἐν Χριστῷ. Οὐ γὰρ ἕτερος αὐτοῖς δοθήσεται νόμος, ὡς μεθιστᾷν ἐπὶ τὸ ἄμεινον τῶν εὐαγγελικῶν θεσπισμάτων τὴν δύναμιν. Εἴρηται γάρ που πρὸς τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόμος σου ἀλήθεια. —Οἱ δὲ ἐκλεκτοί μου, φησὶν, οὐ κοπιάσουσιν εἰς κενὸν, οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν.» Διδάσκει πάλιν ὡς ἐκ παραθέσεως, ἤγουν ἀντεξαγωγῆς τῶν πάλαι συμβεβηκότων τοῖς Ἰουδαίων καθηγηταῖς· Γραμματεῖς δὲ οὗτοι καὶ Φαρισαῖοι, οἳ τὸν νόμον ἀφέντες, καὶ διδάσκοντες διδασκαλίαν ἐντάλματα ἀνθρώπων, πατέρες μὲν γεγόνασι τέκνων τῶν κατὰ μάθησιν δηλονότι, πλὴν εἰς κενὸν, καὶ εἰς κατάραν· ἡμᾶς καὶ τοῦτο ἐδίδαξεν ὁ Σωτὴρ, τοῖς Γραμματεῦσι καὶ Φαρισαίοις ἐπιτιμῶν· ἔφη γὰρ, ὅτι «Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον· καὶ ἐὰν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.» Οὐκοῦν ἐκεῖνοι μὲν ἐτεκνοποίησαν εἰς κατάραν καὶ εἰς κενόν· οἱ δὲ ἐκλεκτοί μου, φησὶ, τουτέστιν, οἱ θεσπέσιοι μαθηταὶ, ἤγουν καθάπαξ οἱ τῶν ἐμῶν θεσπισμάτων ἱερουργοὶ, οὐκ εἰς κατάραν τεκνοποιήσουσιν, οὔτε