Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1428
Not analysed yet
μὴν εἰς κενὸν, κατ' ἐκείνους· σπέρμα γὰρ εὐλογημένον ἔσται τὸ σπέρμα αὐτῶν, εὐλογημένον δὲ ὑπὸ Θεοῦ. Ὅτι δὲ προσκείσεται λίαν αὐτοῖς, τὰ ἐξ· ἡμερότητος καὶ φιλανθρωπίας δωρούμενος, ἑτοιμότατόν τε τὸ οὖς ὑπέχων ταῖς παρ' αὐτῶν ἱκετείαις, διαδείκνυσιν εἰπὼν, ὅτι «Πρὶν κεκράξαι αὐτοὺς, ἐγὼ εἰσακούσομαι αὐτῶν. Ἔτι λαλούντων αὐτῶν, ἐρῶ· Τί ἐστιν;» Τότε λύκοι καὶ ἄρνες βοσκηθήσονται ἅμα, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, ὄφις δὲ γῆν ὡς ἄρτον. Οὐκ ἀδικήσουσιν, οὐδ' οὐ μὴ λυμανοῦνται ἐπὶ τῷ ὄρει τῷ ἁγίῳ μου, λέγει Κύριος. Κατὰ δύο τρόπους ἐκλήψῃ καὶ ταῦτα· ἢ γὰρ τῶν δύο λαῶν τὴν διὰ πίστεως ἕνωσιν κατασημήνειεν ἂν τῆς προφητείας ἡ δύναμις, ἤγουν ὅτι καὶ οἱ ποτὲ θηρίων ἀγρίων δίκην τοῖς ἁγίοις ἐπιπηδήσαντες, καὶ διώξαντες τὴν Ἐκκλησίαν, ὄφεών τε διενεγκόντες οὐδὲν, συμβήσονται πρὸς αὐτοὺς, κατὰ διάθεσιν καὶ ὁμοψυχίαν τῷ συνδέσμῳ τῆς εἰρήνης κατεσφιγμένοι πρὸς τοῦτο διὰ Χριστοῦ, τοῦ δικαιοῦντος τὸν ἀσεβῆ, καὶ συλλέγοντος τὸ ἐσκορπισμένον, καὶ φωτὶ τῷ θείῳ καταφαιδρύνοντος τὸ ἐσκοτισμένον, καὶ τὰ πάντα μεθιστῶντος ἐπὶ τὸ ἄμεινον. Ποιεῖ γὰρ πάντα καὶ μετασκευάζει, κατὰ τὸ γεγραμμένον. Ἔριφοι μὲν οὖν καὶ ἄρνες, ἱερά τέ ἐστι καὶ καθαρὰ ζῶα κατὰ τὸν νόμον, ὥστε καὶ τῷ θείῳ προσφέρεσθαι θυσιαστηρίῳ, καὶ εἰς ὀσμὴν εὐωδίας ἀναφέρεσθαι τῷ Θεῷ· λύκος δὲ καὶ λέων, ἀνίερα, καὶ ἀκάθαρτα, καὶ ἐχθρὰ τοῖς ὠνομασμένοις· ὄφις δὲ πρὸς τούτοις ἀνθρώπῳ πολεμιώτατος, καὶ τοῖς τῆς φύσεως νόμοις εἰς τοῦτο ἠκονημένος, ἀλλὰ τοῖς ἐν Χριστῷ κεκαθαρμένοις, ἱεράν τε καὶ ἐξῃρημένην ἐσχηκόσι ζωὴν, διὰ τῶν εὐαγγελικῶν κηρυγμάτων συμβήσονται, πρὸς ὁμοψυχίαν τὴν διὰ πίστεως, οἱ βδελυροί ποτε καὶ ἀκάθαρτοι, καὶ ὠμότητος θηριοπρεποῦς μεστὴν ἔχοντες τὴν καρδίαν. «Οὗτοι, φησὶν, οὐδὲν ἀδικήσουσιν, οὔτε μὴν διαλυμανοῦνταί τισι τῶν ἐν τῷ ὄρει τῷ ἁγίῳ μου,» τουτέστι, τῇ Ἐκκλησίᾳ. Φάγονται γὰρ σὺν τοῖς ἡμέροις τὰ ἄγρια· τροφὴ δὲ αὐτοῖς ὁ Χριστὸς ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ· τρέφει δὲ καὶ σαρκὶ τῇ ἰδίᾳ, πρὸς ἀφθαρσίαν ἡμᾶς ἀναμορφῶν καὶ ζωὴν, καὶ τοῖς ἑαυτοῦ κηρύγμασι, τουτέστι, τοῖς εὐαγγελικοῖς· οὐ γὰρ ἐπ' ἄρτῳ μόνῳ ζήσεται, φησὶν, ὁ ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἐπιτήρησον δὲ ὅτι οὐκ ἄρνες καὶ ἔριφοι, τὰς τῶν λεόντων καὶ λύκων ἔδονται τροφὰς (οὐ γὰρ ἔφη· Φάγονται κρέα), ἀλλ' οἱ λύκοι καὶ λέοντες ταῖς τῶν ἡμέρων κεχρήσονται, αἳ διὰ τῶν ἀχύρων σημαίνονται· οὐχ ἕψονται δὲ ἀκαθάρτοις αὐτοῖς μᾶλλον οἱ καθαροὶ, οὐδὲ τὴν ἐκείνων ζηλώσουσι πολιτείαν καὶ ζωήν· ἀλλ' οἱ βέβηλοι μᾶλλον, ταῖς τῶν πράων καὶ κεκαθαρμένων ἐπιεικείαις ἀκολουθήσουσιν. Οὕτω λέγει Κύριος· Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου; Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος. Καὶ ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους μου; Ὁ δὲ