Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1429
Not analysed yet
ἄνομος ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτείνων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον· ὁ δὲ διδοὺς λίβανον εἰς μνημόσυνον, ὡς βλάσφημος. Ἐξυφήνας ἀποχρώντως τὸν πρός γε τὰ ἔθνη λόγον, μεθίστησι τὴν μυσταγωγίαν πρὸς αὐτὸν ἤδη τὸν Ἰσραήλ. Βούλεται γὰρ καὶ αὐτοὺς τῆς κατὰ νόμον ἀποστῆσαι κακίας, καθάπερ ἀμέλει κἀκείνους ἀποφοιτᾷν ἐκέλευε τῆς ἀρχαίας ἀπάτης, καὶ τῆς ἐν τῷ πλανᾶσθαι βεβήλου ζωῆς· ὅτι τοίνυν τῆς ἐν πνεύματι λατρείας μεταποιεῖται μᾶλλον, λόγου δὲ ἀξιοῖ παντελῶς οὐδενὸς, τὴν ὡς ἐν σκιαῖς καὶ τύποις διδάσκει σαφῶς· βούλεται δέ τι πρὸς τούτῳ καὶ ἕτερον αὐτοὺς εἰδέναι, ὡς καὶ ἄνω αἴρουσι τὴν ὀφρὺν, καὶ ἐπ' οὐδενὶ τῶν ἀναγκαίων πεφρονήκασι μέγα, τὸν ἐν τοῖς Ἱεροσολύμοις ἀναστήσαντες ναόν· ᾤοντο γὰρ, ὅτι καὶ τόπῳ περιληπτὸν τὸ Θεῖόν ἐστι, καὶ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ περιεκτικῶς, καθὰ καὶ οἱ τῶν ἐθνῶν ψευδώνυμοι, καὶ οὐδὲν ὄντες παντελῶς, πλὴν ὅτι ξύλα τε καὶ λίθοι· καὶ διὰ τοῦτό φησιν· Ὢ τῆς θείας δόξης οὐκ εἰδότες τὴν ὑπεροχήν. ὢ τῶν ἐμοὶ προσόντων ἀξιωμάτων οὐκ ἐννοοῦντες τὸ μέγεθος. «Οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; ἢ ποῖος τόπος τῆς καταπαύσεώς μου;» Πληροῖ γὰρ τὰ πάντα τὸ Θεῖον· μετὰ δὲ αὐτοῦ γῆ τε καὶ οὐρανός; Εἰρήσθω δὴ ἀνθρωποπρεπῶς, ὅτι θρόνον ἔχων τὸν οὐρανὸν, ὑποπόδιον δὲ ὥσπερ τι ποιεῖται τὴν γῆν. Ποῖος οὖν αὐτὸν δέξεται χῶρος; ἢ ποῖος οἶκος ἀρκέσει περιληπτός; «Πάντα γὰρ ταῦτα, φησὶν, ἐποίησεν ἡ χείρ μου· καὶ ἔστιν ἐμὰ ταῦτα πάντα.» Ποῖα δὲ ταῦτα; Δῆλον δὲ ὅτι καὶ τὰ ὁρώμενα, καὶ τῶν ὁρωμένων ἐπέκεινα· καὶ αὐτοῦ γὰρ ἡ κτίσις ἅπασα, καὶ τοῖς αὐτοῦ νεύμασι παρήχθη πρὸς γένεσιν τὰ οὐκ ὄντα ποτέ. Τί τοίνυν αὐτῷ προσοίσομεν ὡς οὐκ αὐτοῦ; τοιοῦτόν τί φησι καὶ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· «Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν.» Ἐπὶ τίνα δὴ οὖν ἐπιβλέψω, φησίν; ἢ πάντως που ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον, τουτέστι, τὸν εἰκτικὸν καὶ πρᾶον, καὶ τῶν ἐμῶν θελημάτων γνήσιον ὑπουργὸν, ὥστε καὶ τρέμειν τοὺς οἵπερ ἂν γένοιντο παρ' ἐμοῦ λόγοι; Σημαίνει δὲ διὰ τούτων τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα· τούτους ἐφορᾷν ἀξιοῖ, καὶ ὡς ταπεινοὺς ἐπισκέπτεσθαι. Θρασὺς γὰρ καὶ ἀλαζὼν ὁ τοῖς θείοις αὐτοῦ νόμοις ἀντανιστάμενος, καὶ διὰ πολλῆς ἀπειθείας, γαῦρον ὥσπερ τινὰ καὶ σκληρὸν ἀνατείνει αὐτῷ τὸν τῆς ἑαυτοῦ διανοίας αὐχένα· ὅτι δὲ ἀπαράδεκτον ποιεῖται τὴν διὰ νόμου λατρείαν, καὶ διὰ μίσους ἔχει, σαφηνιεῖ λέγων· «Ὁ θύων μοι μόσχον, ὡς ὁ ἀποκτείνων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὕειον· ὁ δὲ δοὺς λίβανον εἰς μνημό-