Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1432
Not analysed yet
συνον, ὡς βλάσφημον.» Ἄθρει δὴ οὖν ὅπως τὰ ὡς ἐν σκιαῖς καὶ τύποις, οὐκ ἀπόβλητα ποιεῖται μόνον, ἀλλὰ γὰρ καὶ μεμίσηκεν, ὡς ἔφην· τὴν γάρτοι μόσχου σφαγὴν, κυνὸς ἡγεῖται θάνατον, ἀκάθαρτον δὲ καὶ σεμίδαλιν ἐλεόδευ[ς]τον. Δηλοῖ γὰρ, οἶμαι, τουτὶ τῷ συὸς αἵματι παρεικάζειν αὐτήν· ἀκάθαρτον δὲ κατὰ τὸν νόμον ὁ ὗς· τοὺς δέ γε ἐκ λιβάνου καπνοὺς, ἐν ἴσῳ τίθεται παλιμφήμου φωνῆς. Μεθίστησι τοίνυν διὰ τούτων αὐτοὺς εἴς γε τὸ βούλεσθαι διαζῇν εὐαγγελικῶς, καὶ οὕτως [ἴσ. οὔτοι] που μᾶλλον κατά γε τὴν οὖσαν ἐν τῷ νόμῳ σκιάν. Καὶ οὗτοι ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε. Κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς, ὅτι ἐκάλεσα αὐτοὺς, καὶ οὐχ ὑπήκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου. Καὶ ἃ οὐκ ἠβουλόμην, ἐξελέξαντες. Ἀπολογεῖται πάλιν, καὶ ἐμφανῆ καθίστησι τὴν αἰτίαν, ἐφ' ᾗ καὶ ἀπόπεμπτος γέγονεν ὁ Ἰσραὴλ, καίτοι πρωτότοκος ὠνομασμένος, καὶ κλῆρος Θεοῦ χρηματίσας. «Ἐπελέξαντο γὰρ, φησὶν, αὐτοὶ τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησε·» τὸ δὲ, «Ἐπελέξαντο,» λέγων, οὐκ ὀρθῶς ἀπέφηνε δικαστὰς ἐν ἀναγκαίοις πράγμασιν, «Εἰπόντας δὲ μᾶλλον καὶ τὸ καλὸν πονηρὸν, καὶ θεμένους τὸ σκότος εἰς φῶς, καὶ τὸ φῶς σκότος, καὶ τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν.» Ἐξὸν γὰρ αὐτοῖς διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων πρὸς πᾶν ὁτιοῦν ἀποφέρεσθαι τῶν ἀρίστων ἀνδραγαθημάτων, καὶ προκειμένης αὐτοῖς ἐξουσίας ἀποστῆναι μὲν τῶν τῆς φαυλότητος τρόπων, ἀνθελέσθαι δὲ τὸ πεφυκὸς ὠφελεῖν· αὐτοὶ, φησὶν, ἠθέλησαν τὰς ὁδοὺς αὐτῶν τὰς ἔξω νόμων τῶν ἱερῶν, τὰς παγίδας θανάτου, καὶ εἰς πέταυρον ᾅδου κατακομιζούσας αὐτούς· ἀναβαίνει δὲ καὶ εἰς ἀνάμνησιν ἀρχαιοτέρας αὐτοῖς ἁμαρτίας· γεγόνασι γὰρ κατὰ καιροὺς, καὶ εἰδωλολάτραι, καὶ βδελυγμάτων προσκυνηταί. «Ἐπειδὴ τοίνυν κέκληνται, φησὶ, καὶ οὐχ ὑπήκουσαν,» οὔτε μὴν προσεσχήκασιν, οἷς πρὸς αὐτοὺς πεποίημαι λόγους. Ἔφην γὰρ, ὅτι «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, καὶ ὁ πιστεύων εἰς ἐμὲ, κἂν ἀποθάνῃ ζήσεται·» καὶ πάλιν· «Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.» Ταύτῃ τῇ ψήφῳ λοιπὸν κεχρήσομαι τῇ κατ' αὐτῶν ὁσίᾳ, κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, τουτέστι, τοὺς ἐμπαίζοντας, ἤγουν ἐμπαροινοῦντας αὐτοῖς. Δηλοῖ δὲ πάντως τοὺς πεπορθηκότας τὴν Ἰουδαίαν, καὶ κατεμπρήσαντας τὴν ἁγίαν ποτὲ καὶ διαβόητον πόλιν· δῆλον δὲ ὅτι τοὺς Ῥωμαίων στρατηγούς. «Ἀνταποδώσω γὰρ αὐτοῖς, φησὶ, τὰς ἁμαρτίας αὐτῶν.» Ἃ γὰρ μεμίσηκα, καὶ οὐκ ἠβουλόμην, ἐξελέξαντο. Ἀκούσατε τὸ ῥῆμα Κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ ὑμῶν, κἀκεῖνοι αἰσχυνθήσονται. Μεθίστησι τοὺς λόγους ἐπὶ πάντα ταπεινὸν καὶ ἡσύχιον, καὶ τρέμοντα τοὺς λόγους αὐτοῦ, ὧν δὴ καὶ γεγόνασιν ἀπαρχὴ, καὶ πρῶτοι, καὶ ἀπολέγδην ἐξειλεγμένοι οἱ θεσπέσιοι μαθηταί. Τρέχει δὲ τῆς ἐντολῆς ἡ δύναμις καὶ ἐπὶ πάντας ἐφεξῆς τοὺς λαῶν