Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1433
Not analysed yet
ἡγουμένους, οἳ ψήφῳ θείᾳ κεχειροτόνηνται τῶν ἁγίων Ἐκκλησιῶν, καὶ τῶν ἱερῶν κηρυγμάτων ἱερουργοί. Τούτοις ἐπιτάττει λέγων· «Εἴπατε τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις· Ἀδελφοὶ ἡμῶν.» Ἢ γὰρ πράους αὐτοὺς βούλεται καὶ ἀνεξικάκους εἶναι, κατά γε τὰς εὐαγγελικὰς παραδόσεις, καὶ διὰ τῆς εἰς λῆξιν μακροθυμίας σαγηνεύειν εἰς οἰκειότητα πνευματικὴν, τοὺς ἀνανεύοντας, καὶ παραιτουμένους τὴν πρὸς αὐτοὺς κοινωνίαν· ἤγουν ἐκεῖνό που τάχα διακελεύεται, τὸ κηρύξαι, φημὶ, τοῖς ἔθνεσι, καὶ καλέσαι πρὸς θεογνωσίαν τὴν ἀληθῆ, τοὺς πεπλανημένους, καὶ τῶν ἀκαθάρτων πνευμάτων προσκυνητὰς Ἰουδαίους, ὅτι μὴ κατ' αὐτοὺς ἐδέχοντο τὴν πολυθεΐαν, ἕνα δὲ καὶ φύσει καὶ μόνον ὡμολόγουν Θεόν· ἀλλ' εἰ καὶ «Μεμισήκασι, φησὶν, ὑμᾶς, βδελυροὺς εἶναι καταλογιζόμενοι, προτεινέσθω καὶ οὕτως αὐτοῖς ὁ παρ' ὑμῶν λόγος, καὶ ἐν τάξει καταλογιζέσθωσαν ἀδελφῶν, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ.» Σεσαγήνευται γὰρ τῶν ἐθνῶν ἡ πληθὺς εἰς δόξαν Χριστοῦ, καὶ γέγονεν ἐμφανὴς ἐν τῇ εὐφροσύνῃ αὐτῶν· εὐφραινομένων γὰρ τῶν ἐθνῶν ἐπὶ τῇ παρ' αὐτοῦ χάριτι καὶ σωτηρίᾳ, κατῃσχύνθησαν οἱ ἐξ Ἰσραὴλ ὡς ἀπόβλητοι, καὶ μεμισημένοι, καὶ ἀμέτοχοι παντελῶς τῆς τῶν ἁγίων ἐλπίδος, καὶ τῶν παρ' αὐτοῦ δεδωρημένων τοῖς πιστεύουσιν εἰς αὐτόν· εἰδέναι δὲ ἀναγκαῖον, ὅτι νομικὴν λέλυκεν ἐντολὴν, ἀδελφοὺς ὀνομάζειν κελεύσας τοὺς ἐξ ἐθνῶν. Ἀπείρητο γὰρ τοῖς ἐξ Ἰσραὴλ τὸ συναναπλέκεσθαι φιλεῖν τοῖς πεπλανημένοις. «Οὐ γὰρ λαλήσεις αὐτοῖς εἰρηνικὰ,» φησὶν ὁ διὰ Μωσέως νόμος, «οὐδὲ μὴ ἐπιγαμβρεύσεις αὐτοῖς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, οὐδὲ τὴν θυγατέρα αὐτοῦ λήψῃ τῷ υἱῷ σου· ἵνα μὴ ἀποστήσῃ τὸν υἱόν σου ἀπ' ἐμοῦ, καὶ πορευθεὶς λατρεύσῃ θεοῖς ἑτέροις.» Ἀλλ' ἐν Χριστῷ γέγονε τὰ ἀμφότερα ἓν, καὶ λέλυται τὸ μεσότοιχον τοῦ φραγμοῦ, κατήργηται δὲ καὶ ὁ νόμος, τῶν ἐντολῶν ἐν δόγμασι· «Καὶ γάρ ἐστιν αὐτὸς ἡ εἰρήνη ἡμῶν.» Φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις. Εἰπὼν, ὅτι «Κἀγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς,» διαδείκνυσιν εὐθὺς τῶν ἀπειληθέντων τὴν ἔκβασιν, καὶ ὡς ἤδη τῶν πολεμίων τήν τε πόλιν αὐτῶν, καὶ τὸν ναὸν ᾑρηκότων, φωνὴν ἐκ πόλεως, καὶ φωνὴν ἐκ ναοῦ γενέσθαι φησὶν, ὡς ἀναμὶξ κλαιόντων ἱερουργῶν, καὶ συνθρηνούντων ἀλλήλοις τῶν λαῶν· καὶ γὰρ ἦν εἰκὸς, τῆς τοῦ πολέμου συμφορᾶς κατακρατούσης αὐτῶν, θρηνεῖν τε καὶ ὀλοφύρεσθαι· οὐ γὰρ ἦν ἀπόνευσις τοῦ κακοῦ, Κυρίου δὲ φωνὴν γενέσθαι φησὶν «ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις,» οἷον ἐπιτάττοντος καὶ διακελευομένου τοῖς ὀλοθρευταῖς, φείδεσθαι τῶν ἁλόντων οὐδενὸς, ἐπιπηδᾷν δὲ μᾶλλον ἀγρίως τοῖς ἀντικειμένοις, καὶ οὔτι που πάντως ταῖς τῶν πολεμούντων ὁρμαῖς, ἀλλὰ γὰρ θελήμασι τοῖς δεσποτικοῖς· τοῦτο γὰρ αὐτοῖς γέγονε πρόξενον τοῦ καὶ ἁλῶναι, καὶ παθεῖν. Πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν