Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1436
Not analysed yet
πόνον τῶν ὠδίνων ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν. Τίς ἤκουσε τοιοῦτον; καὶ τίς ἑώρακεν οὕτως; Εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, ἢ καὶ ἐτέθ[χ]η ἔθνος εἰσάπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς; Ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθη μου, εἶπε Κύριος. Οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα, εἶπε Κύριος; Ὅτι μὴ ὁλόῤῥιζος ὁ Ἰσραὴλ ἀπολεῖται, διδάσκει πάλιν. Ἐπειδὴ γὰρ ὅλως προαναπεφώνηκε τῇ Ἱερουσαλὴμ τὴν ἅλωσιν, διαμέμνηται πάλιν τοῦ κατ' ἐκλογὴν καταλείμματος· σέσωσται γὰρ οὐκ ὀλίγη πληθὺς, διὰ πίστεως δὲ δηλονότι τῆς ἐν Χριστῷ· βούλεται δέ τι τοιοῦτον ὑποδηλοῦν· πεπαρῳνήκασι γὰρ εἰς αὐτὸν Ἰουδαῖοι, καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς. Ἐπειδὴ δὲ ἀνεβίω, πατήσας τὸν θάνατον, ἀναπεφοίτηκέ τε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεὸν, διεκήρυττον αὐτὸν οἱ θεσπέσιοι μαθηταὶ προσλαλοῦντες ἅπασι, καὶ τοῖς πεπαρῳνηκόσι, καὶ καλοῦντες εἰς μετάγνωσιν, καὶ εἰς σωτηρίαν τὴν διὰ πίστεως, καὶ εἰς ἄφεσιν ἁμαρτιῶν τὴν διὰ τοῦ ἁγίου βαπτίσματος. Ἔφη γὰρ ὁ Πέτρος; «Καὶ νῦν, ἀδελφοὶ, οἶδα, ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν. —Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος. Ὑμῶν γάρ εἰσιν αἱ ἐπαγγελίαι, καὶ τοῖς τέκνοις ὑμῶν.» Ταῦτα λέγοντος τοῦ θεσπεσίου Πέτρου πεπιστεύκασι πολλοί. Γέγραπται γοῦν ἐν ταῖς Πράξεσι τῶν ἁγίων ἀποστόλων, ὅτι προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι. Διατετελέκασι τοίνυν οἱ θεσπέσιοι μαθηταὶ νουθετοῦντες τοὺς ἐξ Ἰσραὴλ σαγηνεύοντες εἰς πίστιν· εἶτα χρόνου διαγεγονότος, ἐπηνέχθη λοιπὸν τῇ τε τῶν Ἰουδαίων χώρᾳ, καὶ αὐτοῖς δὲ τοῖς Ἱεροσολύμοις τὰ ἐκ θείας ὀργῆς, ὡς εἰσβεβηκότων ἤδη, καὶ κεκλημένων τῶν ἐπιεικεστέρων, ἦσαν δὲ οὗτοι τὸ κατάλειμμα· τοῦτο διδάσκει λέγων· «Πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων ἐξέφυγε, καὶ ἔτεκεν ἄρσεν.» Πρὶν γὰρ ἐπιστῆναι τὰ δεινὰ, καὶ οἷόν τινας πικρὰς ὠδῖνας τὰς ἐκ τοῦ πολέμου συμφορὰς κατασκῆψαι τῆς Ἱερουσαλὴμ, ἐξέφυγε, τουτέστι, πρὸ τοῦ κινδύνου ἔτεκεν ἄρσεν, ὅ ἐστι κύημα καλὸν καὶ τριπόθητον· ταῖς γὰρ τικτούσαις ἀῤῥενοτοκία μᾶλλον θατέρου προτέτακται· ἢ τάχα που καὶ ἄρσεν τὸ τεχθέν· οὐ γὰρ θηλύνεται πρὸς μαλακισμοὺς ὁ ἐν Χριστῷ λαός. Φρόνημα γὰρ ἀνδροπρεπές ἐστιν ἐν αὐτῷ καὶ νεανικὸν, καὶ τούτου μάρτυς ὁ μακάριος Παῦλος γράφων· «Οἱ δὲ τοῦ Ἰησοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν, σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις.» Εἶτα τῆς θείας δυνάμεως τὴν ὑπερβολὴν, ὡς ἐνεργησάσης καὶ τοῦτο, πολὺ θαῦμα ποιεῖται λέγων· «Τίς ἑώρακεν οὕτως; εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, ἢ καὶ ἐτέχθη ἔθνος εἰσάπαξ, ὅτι ὤδινε καὶ ἔτεκε Σιὼν τὰ παιδία αὐτῆς;» Τίς γὰρ ὁ ἀκούσας, φησὶν, ἢ τίς ἑώρακε γῆν, ἤτοι χώραν ὁλόκληρον, ἀναβλαστήσασαν ἐν ἡμέρᾳ μιᾷ τοὺς πληρῶσαι δυναμένους αὐτήν; Ἆρα γὰρ εἰσάπαξ, τουτέστιν, ὑφ' ἓν