Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.145
Not analysed yet
σταυροῦσθαι τὸν βασιλέα τὸν ἑαυτῶν, ἁπάσης εὐκοσμίας τε ὁμοῦ καὶ φιλοθεΐας ἠφειδηκότες ἀνακεκράγεσαν αὐτοί· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.» Κραυγὴ τοίνυν πονηρὰ, τῆς Ἰουδαίων συναγωγῆς ὁ καρπὸς, δι' ἣν ἀφῄρηται καὶ φραγμοῦ, καὶ τοίχου, καὶ ἀρδείας τῆς ἐκ νεφελῶν ἁγίων. Ἐστέρηνται δὲ καὶ ἁπάσης ἐπιμελείας. Ἔφη γὰρ, ὅτι Ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ' οὐ μὴ σκαφῇ. Κατεχερσώθη δὲ ὅλος ἀκάνθας ἐκτετοκὼς, αἳ φλογός εἰσι τροφή. Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἠκούσθη γὰρ εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ ταῦτα. Ἵνα μή τις οἴηται μάτην κατειρηκότα τοῦ Ἰσραὴλ εἰκῆ τε τὴν ἄμπελον διαβαλεῖν, ὡς ἥκιστα μὲν σταφυλὴν ἐκτετοκυῖαν, μᾶλλον δὲ ἀκάνθας, τοῦτ' ἔστιν, ἀντὶ κρίσεως, ἤτοι κριμάτων δικαίων ἀνομίας, ἀντὶ δὲ τῆς δικαιοσύνης κραυγήν· ἀπαριθμεῖται χρησίμως τὰ δι' ὧν ἦν εἰκὸς, οὐ μετρίως κατεγνωσμένον ἰδεῖν, καὶ οὐκ ἐπὶ τοῖς τυχοῦσιν ἁπλῶς, ἀλλ' ἐπὶ τοῖς ἄγαν ἐκνομωτάτοις, καὶ τοῖς ὅτι μάλιστα κατεστυγημένοις παρά γε τῷ φιλαρέτῳ Θεῷ. Ταύτῃτοί φησιν· «Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι.» Ἔνεστι γὰρ ὡς ἐπίπαν τοῖς ἐθέλουσι πλουτεῖν, καὶ μὴν καὶ τὸ δύνασθαι λαχοῦσι πρὸς τοῦτο, τὸ ἀεί τι θέλειν τοῖς ἤδη πεπορισμένοις ἐπισωρεύειν ἔτι, καὶ τὰ τῆς οὐσίας αὐτοῖς ἐν ἀκαταλήκτοις πλεονασμοῖς, ὁρᾶσθαι ποιεῖν. Καὶ γοῦν ἐπιφύονται τοῖς ὁμόροις ἀεὶ καὶ γείτοσιν· εὐρυτέρας τε τὰς ἐν ἄστεσιν οἰκίας ἀποτελεῖν σπουδάζοντες, καταβιαζόμενοι δὲ τοὺς τῶν ὁμορούντων αὐτοῖς χωρίων δεσπότας, καὶ τοῖς ἰδίοις συνάπτοντες. Ἀκόρεστον γάρ τι χρῆμα πλούσιος ἀνὴρ, εἰ παρακέοιτό πως αὐτῷ τὸ δύνασθαι ῥᾳδίως ἅπερ ἂν βούλοιτο κατορθοῦν. Πέπαυται γὰρ οὐδαμῶς τοῖς τοῦ πέλας ἐπιπηδῶν· καὶ διψῇ μὲν ἀεὶ τὸ οὔπω παρὸν, γλίχεται δὲ τῶν μήπω πεπορισμένων. Οὐαὶ τοίνυν, φησὶ, τοῖς συνάπτειν ἐθέλουσι τὰς ἑαυτῶν οἰκίας ταῖς ἑτέρων, καὶ ἀγροῖς ἀγροὺς, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Πρόφασιν γάρ πως ἀεὶ τοῦ χρῆναι πλεονεκτεῖν ποιεῖσθαι σπουδάζουσι, τὸ μὴ δεῖν ἑτέρους γειτνιᾷν αὐτοῖς· εἶτα βιάζονται τοὺς ἀσθενεστέρους, καὶ πλεονεκτοῦσιν ἀνοσίως κατοιμώζοντας ἔσθ' ὅτε, καὶ τῆς ἐνούσης αὐτοῖς σκαιότητος κατακεκραγότας. Τί οὖν ἄρα φησὶν αὐτοῖς ὁ προφητικὸς λόγος; Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Ἆρα γὰρ, φησὶν, οἴεσθε μόνους ὑμᾶς κατὰ τὴν γῆν ὑπάρχειν, μὴ ἐφεστηκότος Θεοῦ, καὶ ἐφορῶντος τὰ δρώμενα; Καίτοι λίαν ἐγγὺς ὁ τῶν ὅλων ἐστὶ Δεσπότης· ἠκούσθη τὰ παρ' ὑμῶν. Καὶ τίνα τρόπον; ἴσως ἐρεῖτε. Κατακεκραγότων δηλονότι τῶν ἠδικημένων. Τοιοῦτόν τι καὶ ὁ Σωτῆρος ἡμῖν γέγραφε μαθητής· «Ἄγε νῦν, οἱ πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῖν ταῖς ἐπερχομέναις.» Καὶ πρός γε τούτῳ φησίν· «Ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν. Ὁ ἀπεστερημένος ἀφ'