Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.148
Not analysed yet
ὑμῶν κράξει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν.» Δέχεται γὰρ καὶ λίαν ἑτοίμως τὰς τῶν πλεονεκτουμένων φωνὰς ἡ παναγία τε καὶ μισοπόνηρος φύσις. Ὅτι δὲ οὐκ ἀφέστηκε τῶν ἐπὶ τῆς γῆς, πιστώσεται λέγων αὐτός· «Θεὸς ἐγγίζων ἐγώ εἰμι, λέγει Κύριος, καὶ οὐ Θεὸς πόῤῥωθεν.» Ἀκουέτωσαν τοίνυν οἱ πλεονεκτεῖν ἐθέλοντες, καὶ βιάζειν, καὶ διαρπάζειν ἀδελφούς· Μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς; Πάρεστι γὰρ ὁ τῶν ὅλων Θεός. Ἰστέον δὲ ὅ τι, καίτοι κατὰ τὸ εἰκὸς τῶν ἄγαν ἀστειοτάτων, ὁ προφήτης ἡμῖν ἐν τούτοις ὑποδηλοῖ· Ὦ γὰρ πλούσιοι, φησὶ, τί τὰ τοῦ πλησίον ἁρπάζετε, καὶ μεμισήκατε τὸν ἐγγύς; Συμβήσεται πάντως ὑμῖν δὴ καὶ μόνοις οἰκῆσαι τὴν χώραν, τῶν ἄλλων ἁπάντων ἐξωθουμένων. Ἔρημον οὖν τῶν κατῳκηκότων ἀποφανεῖτε τὴν γῆν. Ἄριστον οὖν ἄρα καὶ σοφὸν, μεταποιεῖσθαι μόνων τῶν εἰς αὐτάρκειαν τὴν μεμετρημένην. Κρείσσων γὰρ μερὶς μικρὰ μετὰ τοῦ φόβου Κυρίου, ἢ πολλὰ γενήματα μετὰ ἀδικίας. Εἰ δὲ δή τι χρὴ καὶ ἐξ ἱερῶν γραμμάτων λαβόντας εἰπεῖν, βεβασίλευκέ τις τῶν ἐν Σαμαρείᾳ κατὰ καιροὺς τοῦ Ἰσραὴλ, ὃς δὴ καὶ οἶκον πολυτελέστατον ἑαυτῷ ἀναστήσας, πίπτει μὲν παρ' αὐτοῦ καὶ παραχρῆμα διόλλυται. Διελέγχων δὲ Θεὸς ὡς εἰκῆ πεποιηκότα, φησίν· ᾨκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ῥιπιστὰ, διεσταλμένα θυρίσιν, ἐξυλωμένα ἐκ κέδρων, καὶ κεχρισμένα ἐν μίλτῳ. Μὴ βασιλεύσῃς, ὅτι σὺ παρωξύνθης ἐν Ἀχὰζ τῷ πατρί σου. Βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν. «Οὐ γὰρ ἂν ὀνήσουσι θησαυροὶ ἀνόμους,» κατὰ τὸ γεγραμμένον· «δικαιοσύνη δὲ ῥύσεται ἐκ θανάτου.» Ἐὰν γὰρ γένωνται οἰκίαι πολλαὶ, εἰς ἐρήμωσιν ἔσονται μεγάλαι καὶ καλαί· καὶ οὐκ ἔσονται οἱ ἐνοικοῦντες ἐν αὐταῖς. Οὗ γὰρ ἔργονται δέκα ζεύγη βοῶν ποιήσει κεράμιον ἕν· καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία. Ἠκούσθη μὲν γὰρ ὁμολογουμένως, φησὶν, εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ, τὰ τῆς καθ' ἑτέρων πλεονεξίας ἐγκλήματα τῶν δυνατωτέρων. Τί οὖν σεσίγηκεν ἄρα, παρῆκεν ἡσυχῇ, καὶ χαλινὸν ἐπήνεγκε ταῖς ὀργαῖς; Οὐδαμῶς, φησί. Καὶ τούτου σαφὴς ἀπόδειξις, τὸ εἰκαῖον ἀποφῆναι τοῖς τῶν ἀλλοτρίων ἐρασταῖς τὸ ἐπὶ τούτῳ σπούδασμα. Ποία γὰρ ὄνησις τοῦ συνάπτειν οἰκίαν πρὸς οἰκίαν, λαμπρῶς τε καὶ φιλοτίμως κατασκευάζειν ἑστίας, εἰ μή τις ἔσται, φησὶ, κατοικήσων ἐν αὐταῖς, δαπανήσαντος τοῦ πολέμου μικροὺς καὶ μεγάλους; Τί δὲ τῶν εὐρυοτάτων αὐτοῖς ὄφελος ἀγρῶν, εὐκαρπεῖν αὐτοῖς οὐκ ἐῶντος Θεοῦ, διὰ τὰς τῶν κτησαμένων, ἤγουν ἁρπασάντων πλεονεξίας; Ἔσται γὰρ, ἔσται ἐν ἀφορίᾳ τοσαύτῃ τὰ ἐν ἀγροῖς, ὡς εἴκοσι μόσχων, ἤτοι ζευγῶν δέκα πονούντων ἐν ἀμπελῶσιν, ἓν καὶ μόλις γενέσθαι κεράμιον· καὶ σπαρέντων μέτρων ἓξ ἐν ἡμίσει τῆς τῶν σπερμάτων καταβολῆς τὴν τῶν καρπῶν ἀπόδοσιν ἰδεῖν. Ἀρκέσει δὲ, οἶμαι, πρὸς ἐργασίαν ζεύγεσι δέκα βοῶν, πλείστη μὲν ἀμπελόφυτος γῆ, πλεῖστοι δὲ ὁμοίως ἀρόσιμοι κλῆροι. Οὐκοῦν ἀνόνητος ἡ κτῆσις, καὶ τοῦ πλεονεκτεῖν εἰκαῖος ὁ πόνος, εἰ μήτε τις οἰκήσει τὰς ἐν