Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.149
Not analysed yet
τοῖς ἄστεσιν οἰκίας. Μὴ μὴν εὐφορήσει τὰ ἐν ἀγροῖς, Θεοῦ καταφθείροντος, καὶ τὴν τῶν ἀπλήστων ἐλέγχοντος ἀδικίαν. Ἐπειδὴ δὲ καὶ ἡμῶν ἕκαστος ἐν ἰδίᾳ ψυχῇ νοητὸν ἔχει γεώργιον, καὶ τὸν τῆς δικαιοσύνης ἐργάζεται σπόρον, φυλαττώμεθα τὸ προσκρούειν Θεῷ. Τότε γὰρ τότε, καθάπερ οἶκον ἀσφαλῆ καὶ ἐρηρεισμένον, οἰκήσομεν τὴν πολυειδῆ καὶ παμποίκιλον ἀρετὴν, πληθυνοῦμεν δὲ σίτων ὥσπερ κοιλάδες· εὐλογήσει δὲ ὁ τῶν ὅλων Θεὸς τὸν σπόρον ἡμῶν, καὶ αὐξήσει τὰ γεννήματα τῆς δικαιοσύνης ἡμῶν, καθά φησιν ὁ θεσπέσιος Παῦλος. Οὐαὶ οἱ ἐγειρόμενοι τῷ πρωῒ, καὶ τὸ σίκερα διώκοντες, οἱ μένοντες τὸ ὀψέ· ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων, τὸν οἶνον πίνουσι, καὶ αὐλῶν, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσι, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ κατανοοῦσιν. Συνάπτει τοῖς πρώτοις ἕτερα καὶ παγχάλεπα τῶν πλουσίων ἐγκλήματα. Πάρεσται γὰρ αὐτοῖς, πρός γε τῷ βούλεσθαι πλεονεκτεῖν καὶ ἀκορέστως βιάζεσθαι τοὺς ἀσθενεστέρους, καὶ τὸ ἐν πότοις εἶναι φιλεῖν, καὶ τρυφαῖς ἐπιγάννυσθαι, κώμοις τε καὶ μέθαις ἀκαταλήκτοις, καὶ τοῖς ἐκ φιλοσαρκίας καταμιαίνεσθαι κακοῖς· καὶ τοῦτο ἐνδελεχῶς οἴεσθαι δεῖν αὐτοὺς ἐν παντὶ δὴ τοῦτο πράττειν καιρῷ. Ἱκανὸς γὰρ ὁ πλοῦτος ἀκονῆσαι πρὸς τρυφὰς, καὶ τὸν ἐπ' αὐτοῖς ἀφανίσαι κόρον. Ἀλλ' «ὁ σπείρων εἰς τὴν σάρκα,» καθά φησιν ὁ Παῦλος, «ἐκ τῆς σαρκὸς θερίσει φθοράν.» Τέλος γὰρ τῆς προσκαίρου τρυφῆς μακρὸν καὶ διηνεκὲς ἔσται δάκρυον, καὶ σαρκικῆς ἡδονῆς ὄλεθρος ὁ καρπός. Γράφει τοίνυν ἡμῖν ὁ προφήτης τὰς τῶν Ἰουδαίων ἀγερωχίας, καὶ τὸ ἐξίτηλον εἰς τρυφὰς, καὶ τὸ κεχυμένον εἰς ἀσωτίας. Πάντα γὰρ, φησὶ, καιρὸν ἀπονέμοντες ταῖς γαστριμαργίαις, ὑπὸ τὴν ἕω ζητοῦσι τὸ σίκερα, καὶ τοῖς ἡλίου δρόμοις συνεκτείνουσι τοὺς πότους, καὶ μέχρις αὐτῆς μένοντες τῆς ἑσπέρας. Ὁ γὰρ οἶνος αὐτοὺς συγκαύσει. Ὁμολογουμένως μὲν γὰρ ἐμποιεῖ τινα καῦσιν ἄδην πινόμενος τοῖς σπλάγχνοις ὁ οἶνος. Συγκαύσει δὲ καὶ ἑτέρως τοῦ μεθύειν τοὺς ἐραστὰς, ἔσται γὰρ αὐτοῖς πρὸς τοῦτο κολάζοντος ἀφορμή. Συγκαυθήσονται δὲ πάντη τε καὶ πάντως εἰς φλόγας πεμπόμενοι τὰς διηνεκεῖς, καὶ ἡτοιμασμένας τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ταύτῃτοι καὶ ὁ μέθυσος ὁμοῦ τοῖς ἄλλοις βεβήλοις ἀπόκληρος ἔσται παρὰ Θεῷ, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν οὐκ εἰσελεύσεται. Ὅρα γὰρ ὅση τῶν Ἰουδαίων γέγονε κατὰ καιροὺς ἡ ἐπὶ τὸ χρῆναι τρυφᾷν ἐξιτηλία. Ὅπου γὰρ ὁ κιθάρας κτύπος, καὶ τυμπάνων ἦχος, καὶ τῶν αὐλούντων συναναφώνησις, σὺν εὐρυθμίᾳ καὶ κρότοις, ἐκεῖ που πάντως ἐστὶ καὶ πᾶν εἶδος ἀκαθαρσίας, καὶ τὰ κρυφῆ γιγνόμενα παρ' αὐτῶν, ἃ καὶ αἰσχρόν ἐστι λέγειν. Ζημιοῖ δὲ τοῦτο αὐτοὺς τὸ μὴ δύνασθαι καθορᾷν τὴν τοῦ Θεοῦ δόξαν, μήτε μὴν ἐνατενίζειν τοῖς ἔργοις αὐτοῦ. Ὥσπερ γὰρ ὁ τοῦ σώματος ὀφθαλμὸς, ἢ κόνεως ἐμβαλούσης, ἢ λήμης ἐγκεχυ-