Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.152
Not analysed yet
μένης, ἢ παρενοχλοῦντος τραύματος ἰδεῖν οὐ δύναται καθαρῶς· οὕτω καὶ ἀνθρώπινος νοῦς ταῖς τῆς σαρκὸς εἰ καταπαχύνοιτο τρυφαῖς, ἀναμύειν οὐ δύναται πρὸς Θεὸν, οὔτε μὴν ἀκριβῆ τοῖς παρ' αὐτοῦ γινομένοις ἐνερείδειν τὴν ὄψιν· δι' ὧν ἔστι καὶ μάλα σαφῶς, τίς τε καὶ ὅσος ἐστὶν ὁ Δημιουργὸς, ἐννοεῖν δύνασθαι. Γινώσκεται γὰρ ἀπὸ καλλονῆς κτισμάτων· καὶ θαυμάσειεν ἂν αὐτὸν καὶ μάλα πλουσίως ὁ τοῖς παρ' αὐτοῦ πεποιημένοις τὸ θαῦμα διδούς. Ὡς γὰρ ὁ μακάριος γράφει Παῦλος· «Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἤ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Εἰκὸς δὲ δὴ τὸν προφήτην καταιτιᾶσθαι τοὺς Ἰουδαίους ὡς ἀγαπῶνται πότους, συλλεγομένους δὲ καὶ μάλα προθύμως εἰς τρυφάς· μὴ μὴν ἔτι καὶ εἰς νοῦν ἔχειν, ἤγουν εἰς τὰ μέλλοντα θεωρεῖν, τοῦτ' ἔστι, τὰ συμβήσοντα αὐτοῖς ὡς ἐκ θείας ὀργῆς, ἃ καὶ ἔργα φησὶ τῶν χειρῶν τοῦ Θεοῦ. Ποιεῖ γὰρ εἰρήνην τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς παροτρύνουσι κτίζει κακά. Εἰ γὰρ ἑώρων τὰ ἐσόμενα κατ' αὐτῶν ἔργα Κυρίου, οὐκ ἂν ἠνέσχοντο πότον, ἀλλ' ἦν ἂν αὐτοῖς ἐν σπουδῇ τὸ δάκρυον, καὶ φίλος ὁ θρῆνος, πόνοι τε καὶ προσευχαὶ, καὶ τὰ τῆς μεταγνώσεως ἔργα, τῶν ἐν ἀσωτίᾳ κακῶν ἡδίονα. Τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη, διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν Κύριον. Καὶ πλῆθος ἐγενήθη νεκρῶν, διὰ λιμὸν καὶ δίψαν ὕδατος. Καὶ ἐπλάτυνεν ὁ ᾅδης τὴν ψυχὴν αὐτοῦ, καὶ διήνοιξεν τὸ στόμα αὐτοῦ, τοῦ μὴ διαλιπεῖν. Καὶ καταβήσονται οἱ ἔνδοξοι, καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ νομεῖς αὐτῆς. Καὶ ταπεινωθήσεται ἄνθρωπος, καὶ ἀτισθήσεται ἀνήρ. Καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται, καὶ ὑψωθήσεται Κύριος Σαβαὼθ, καὶ ὁ Θεὸς ἅγιος δοξασθήσεται ἐν δικαιοσύνῃ. Ὅτι τοῖς θέλουσι τρυφᾷν ἐκτελευτᾷ τὸ χρῆμα πρὸς ὄλεθρον καὶ πρὸς αὐτό που τὸ λοῖσθον ἀφικνεῖται τῶν κακῶν, ὁ θεῖος ἡμᾶς ἐν τούτοις διδάσκει λόγος. Ἐπειδὴ γὰρ οἱ τῆς Ἰουδαίων χώρας, τῶν ἄλλων περιφανέστεροι, μεθέντες ὡς ἀκερδὲς τὸ χρῆναι περιεργάζεσθαι τὰ ἔργα τοῦ Θεοῦ, καὶ τὸ ἐμβλέπειν τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, παρ' οὐδὲν ποιήσασθαι μεμελετηκότες, κώμοις τε διηνεκέσιν ἐσχόλαζον, καὶ μεθύειν ἤθελον ἀσωτότατα καταυλούμενοι, καὶ τοῦτο διημερεύοντες· οἰχήσονται μὲν αἰχμάλωτοι καὶ δουλεύσουσιν ἐχθροῖς, πληθὺς δὲ τοσαύτη νεκρῶν κατὰ πᾶσαν ἔσται τὴν χώραν, λιμῷ καὶ δίψει διολωλότων, ὡς μονονουχὶ σπαταλῆσαι τὸν ᾅδην πλατεῖ καὶ ἀπλήστῳ στόματι, χανδὸν ἐκροφοῦντα τοὺς καταβαίνοντας, καὶ τοῖς ἰδίοις ἀποκλείοντα θησαυροῖς. Ὅταν γὰρ ᾅδου ψυχὴν πλατυνομένην ἀκούεις, νομιστέον ἕτερον οὐδὲν βούλεσθαι δηλοῦν αὐτὸν, ἢ ὅπερ ἔφην ἀρτίως. Κέχρηται γὰρ ἡ θεόπνευστος Γραφὴ τοῖς ὀνόμασι τροπικῶς ἔσθ' ὅτε, καὶ οἷον ἐκ μεταφορᾶς, καὶ ἐπὶ τῶν οὐκ ἐχόντων ψυχὴν, ἀλλ' οὐδὲ ἐν τάξει ζώων ἠριθμημένων, ἢ καὶ ὄντων τούτων κατ' ἀλήθειαν. Ποία γὰρ ᾅδου ψυχή;