Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.153
Not analysed yet
Τόπος δὲ μᾶλλον ὁ ᾅδης, καὶ ψυχῶν ἀθλίων ἀμειδὲς δεσμωτήριον. Οὐκοῦν τῶν ἐν τῷδε τῷ βίῳ ἐντρυφώντων ψυχαὶ κατοιχήσονται μὲν εἰς τὸν ᾅδην, κατεμπλήσουσι δὲ ὥσπερ τὴν ψυχήν. Καί τι τοιοῦτον ἡμῖν ὁ θεσπέσιος μελῳδὸς ὑποδηλοῖ, λέγων περὶ πάσης, οἶμαι, ψυχῆς φιληδόνου τε καὶ φιλαμαρτήμονος· Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Ὥσπερ γὰρ τοὺς ἁγίους ἀπαλλαττομένους τῶν καθ' ἡμᾶς πραγμάτων, προστεθῆναί φησι τὸ Γράμμα τὸ ἱερὸν τοῖς πατράσιν αὐτῶν· εἴρηται γάρ που πρὸς τὸν μακάριον Ἀβραάμ· «Καὶ σὺ προστεθήσῃ πρὸς τοὺς πατέρας σου τραφεὶς ἐν γήρᾳ καλῷ·» οὕτω καὶ τοὺς τελευτῶντας ἐν ἁμαρτίαις εἰς γενεὰν πατέρων αὐτῶν ἀποδραμεῖσθαί φαμεν, πατέρας αὐτῶν εἶναι λέγοντες τοὺς ὁμοιοειδῆ καὶ διὰ πάντων ἴσην καὶ ὁμοίως ἔχουσαν διαζῶντας ζωήν. Εἰ δὲ δὴ λέγοιτο πλῆθος εἶναι νεκρῶν, διὰ λιμὸν καὶ δίψαν ὕδατος, ἐκεῖνό φαμεν, ὅ τι γέγραφεν Ἰώσηπος ὁ τῆς Ἰουδαίων συμφορᾶς ἐκτραγῳδήσας τῷ βίῳ τὸ μέγεθος· ὅτι πολιορκουμένης τῆς Ἱερουσαλὴμ γύναια μὲν κατεδήδοκεν ἃ τετόκασι κορία, ἤττοντο δὲ παντὸς ὑπὸ λιμοῦ καὶ ἀνάγκης τοῦ τοῖς ὀδοῦσιν εἴκοντος. Ὅτι δὲ οὐκ ἐν μόνῃ τοῦτο γέγονε τῇ Ἱερουσαλὴμ, ἀλλὰ καὶ ἐν ταῖς ἑτέραις τῆς Ἰουδαίας πόλεσιν, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Οὐκοῦν πλεῖστοι μὲν ὅσοι δεδαπάνηνται τῷ πολέμῳ, καὶ πεπτώκασιν ἐν μαχαίραις· πολλῶν δὲ τῶν οὕτως ἀπολωλότων πλείονας ἡ τοῦ λιμοῦ κατέφθειρεν ἀγριότης. Εἰ δὲ δή τις λέγοι, καὶ νοητῶν ὑδάτων γενέσθαι σπάνιν, καὶ τροφῆς τῆς θείας δεδυσσεβηκόσι τοῖς Ἰουδαίοις· ἀπολωλέναι δὲ οὕτως αὐτοὺς, καὶ οἷον εἰς ᾅδου καθικέσθαι, διά γε τοῦ μὴ ζωοποιεῖσθαι διὰ Χριστοῦ, καθ' ὁμοιότητα τῶν πιστευσάντων εἰς αὐτόν· οὐκ ἂν ἁμάρτοι τοῦ ἀληθοῦς. Συμβέβηκε γὰρ αὐτοὺς καὶ τοῦτο παθεῖν. Ἀλλὰ τίνες ἂν νοηθεῖεν οἱ καταβαίνοντες, οἷς καὶ αὐτὸς ὁ ᾅδης καταπλατύνει τὴν ἰδίαν ψυχὴν, καὶ τὸ ἄπληστον ἀνοίξει στόμα, προσεπάγει λέγων· Οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι, καὶ οἱ πλούσιοι, καὶ οἱ λοιμοὶ αὐτῆς. Ἐπειδὴ γὰρ ἦσαν τῶν ἀνὰ πᾶσαν τὴν χώραν ἡγούμενοι καὶ περιφανέστεροι, δι' αὐτῶν ἦν εἰκὸς παιδαγωγηθήσεσθαι καλῶς τὸ ὑπήκοον· ἀλλὰ τοῦτο μὲν οὐκ ἔδρων. Τύποι δὲ ὥσπερ καὶ ὑπογραμμὸς γεγόνασι τοῖς ἄλλοις τῆς ἐπαράτου ζωῆς, καὶ πρὸς αὐτούς πού φησι λόγιον ἱερόν· «Ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ, καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον, ὃ οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν.» Ὁρᾷς ὅπως παγὶς καὶ θήρατρον γεγόνασι τοῖς λοιποῖς, ὅτι καὶ ταῖς τῶν ἡγουμένων ἐπιεικείαις, καὶ μέντοι καὶ ῥᾳθυμίαις ἀεί πως ἕπεσθαι φιλεῖ τὸ ὑπήκοον. Οὐκοῦν ὡς παραίτιοι γεγονότες σφίσιν ἑαυτοῖς, καὶ τοῖς ἄλλοις ἅπασι τοῦ ἀπολέσθαι δεῖν, πρῶτοι καταβήσονται καὶ προελάσουσιν εἰς ᾅδου, ἐπιπηδώσης τρόπον τινὰ καὶ πρό γε τῶν ἄλλων αὐτοῖς τῆς θείας ὀργῆς. Κολασθήσονται δὲ οὐχ ὅτι πλούσιοι καὶ ἔνδοξοι γεγόνασιν, ἀλλ' ὅτι λοιμοὶ, τοῦτ' ἔστι, φθοροὶ καὶ λυμεῶνες, καὶ ἑαυτῶν, ὡς ἔφην, καὶ τῆς ἀγελαίας πληθύος. Οἱ