Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.156
Not analysed yet
δὲ μεγάλα φυσῶντες, φησὶν, ἔσονται τεταπεινωμένοι καὶ ἄτιμοι. Καὶ τίνα γὰρ οὐ ταπεινοῖ τοῦ θανάτου τὸ δεῖμα; Ἢ ποῖον ὀφθαλμὸν ἐπηρμένον καὶ ἄνω βλέποντα δεινὴ καὶ δύσοιστος οὐ κατακοιμίζει συμφορά; Τούτων δὲ, φησὶν, ἁπάντων συμβεβηκότων ὑψωθήσεται Κύριος Σαβαὼθ, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστι, κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν εἰς πέρας δραμεῖται τὰ ἐπ' αὐτοῖς προηγορευμένα. Ὑψοῦται δὲ μόνος Κύριος Σαβαὼθ ἐν κρίματι, καὶ ἐν δικαιοσύνῃ, ὡς ὀρθῇ καὶ ὁσίᾳ τῇ ψήφῳ κολάσας τὸν ἀλαζόνα λαὸν, τὸν ἀπειθῆ καὶ φιλήδονον. Παραιτητέον οὖν ἄρα τὰς τρυφὰς, καὶ ὡς ἀπωτάτω ποιεῖσθαι σπουδάζωμεν τὰς ἀνονήτους φιλοσαρκίας, μᾶλλον δὲ τὰς μυσαρωτάτας, ἵνα μὴ κατατρυφήσῃ καὶ ἐφ' ἡμῖν ὁ ἄπληστος ᾅδης. Μεμνήμεθα γὰρ τοῦ Σωτῆρος λέγοντος· «Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.» Καὶ πάλιν, ὅτι «Μακάριοι οἱ πενθοῦντες νῦν, ὅτι γελάσετε·» καταλήξει γὰρ ὁ πόνος εἰς ἀναψυχὴν, καὶ ἀγαθῶν ἱδρώτων τὸ πέρας, τρυφῆς ἡμῖν ἔσται τῆς εἰς αἰῶνα πρόξενον. «Ὁ γὰρ σπείρων εἰς τὴν σάρκα, ἐκ τῆς σαρκὸς θερίσει φθορὰν,» καθὰ γέγραπται· «καὶ ὁ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.» Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, καὶ τὰς ἐρήμους τῶν ἀπειλημμένων ἄρνες φάγονται. Συνεστώσης ἔτι τῆς Ἰουδαίων χώρας καὶ ἐν ἀκμαῖς οὔσης τοῦ εὐημερεῖν, ἐμάχοντο μὲν πρὸς τοὺς ἐξ αἵματος Ἰσραὴλ τὰ περίοικα τῶν ἐθνῶν. Ἐπειδὴ δὲ ἦν ὁ τῶν ὅλων Θεὸς ὁ συνασπίζων τῷ Ἰσραὴλ, κεκράτηκεν οὕτως τῶν ἀνθεστηκότων ὡς νικᾷν ἀμαχεὶ, καὶ καταπτοεῖν ἅπαντας, καὶ διαρπάζειν αὐτῶν τὰς χώρας, καὶ καταδῃοῦν τὰς πόλεις, ἄγειν τε καὶ φέρειν τὰ ἑτέρων μετ' ἐξουσίας. Ἐπειδὴ δὲ δεδυσσεβήκασιν εἰς Χριστὸν, καὶ δέδονται ταῖς Ῥωμαίων στρατιαῖς εἰς ὄλεθρον καὶ διαρπαγὴν, ἐνεπρήσθησαν μὲν αἱ πόλεις, διηρπάσθησαν δὲ πάντα τὰ ὄντα αὐτοῖς παρὰ τῶν νενικηκότων. Εἶτα τῆς Ῥωμαίων στρατιᾶς ὑπενδούσης βραχὺ, κατέτρεχον οἱ πάλαι διαρπαζόμενοι, πόλεις τε καὶ οἴκους διερευνώμενοι, συνεκόμιζόν τε τὰ λοιπὰ, καὶ εἰς τὰς σφῶν αὐτῶν ἀπέφερον χώρας. Καί τι τοιοῦτον ἡμῖν ὑποδηλοῖ λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς προφήτου· «Καλαμᾶσθε, καλαμᾶσθε ὡς ἄμπελον τὰ λοιπὰ τοῦ Ἰσραήλ· ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.» Ὅτι τοίνυν οὐκ ἀρκέσει μόνα παθεῖν αὐτοὺς τὰ ἐκ τῆς Ῥωμαίων στρατιᾶς, προστεθήσεται δὲ καὶ τὰ ἐκ τῆς ὠμότητος τῶν ὁμόρων ἐχθρῶν, προαγορεύει λέγων· «Καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι.» Οἱ γὰρ πάλαι, φησὶν, ἕτοιμοι διηρπασμένοι ὑπ' αὐτῶν, διὰ τὸ ἐπαμύνειν Θεὸν, κατανεμηθήσονται τὴν χώραν αὐτῶν ὡς ταῦροι, τοῦτ' ἔστι, δεινοὶ καὶ ἀγέρωχοι, καὶ ἄμαχον ἔχοντες τὴν ἀντίστασιν. Καὶ τὰς ἐρήμους τῶν ἀπειλειμμένων ἄρνες φάγονται. Ἀπειλειμμένων δὲ φησὶ, τῶν πολιορκηθέντων. Τὰς τοίνυν, φησὶν, ἐρημωθείσας πόλεις τῶν πολιορκηθέντων ἄρνες βοσκηθήσονται, τοῦτ' ἔστι πάλιν οἱ ἐξ ἐθνῶν. Ἐπειδὴ δὲ πάλιν ὡς περὶ ταύρων ἡμῖν πεποίηται τὸν λόγον,