Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.157
Not analysed yet
μεμένηκε τῇ τροπῇ, καὶ προστέθεικεν ἄρνας, ἵνα τοὺς μὲν ἄγαν ἰσχυροὺς νοῶμεν εἰς μόσχους. Τοὺς δὲ μὴ οὕτως ἔχοντας, ὑποβεβηκότας δὲ ἐν ἰσχύϊ μείονι, λέγομεν ἄρνας. Οὕτω δὴ καὶ τὴν ἑκάστου τῶν ῥᾳθυμούντων καρδίαν αἱ πονηραὶ καὶ ἀκάθαρτοι νεμηθήσονται δυνάμεις, ὡς μόσχοι καὶ ἄρνες. Τροφὴ δὲ αὐταῖς τὸ φιλήδονον, καὶ νοῦ ῥοπὴ βλέποντος εἰς τὸ πλημμελές. ΛΟΓΟΣ Δʹ. Οὐαὶ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν. Ὁ μὲν τῶν ὅλων δημιουργὸς καὶ Κύριος, ἡμερότητι νικῶν τῆς ἀνθρώπου φύσεως τὴν ἀσθένειαν, προσελάλει τοῖς ἀρχαιοτέροις διὰ τῶν ἁγίων προφητῶν, τὰ δι' ὧν ἦν εἰκὸς μεταχωρῆσαι πρὸς τὰ βελτίω, τὰ χείρω μεθέντας, καὶ φαυλότητος μὲν καταλῆξαι καὶ ἁμαρτίας, διαβιῶναι δὲ μᾶλλον ἐν ἀρετῇ, καὶ κατορθοῦν ἑλέσθαι τὸ ἀγαθόν. Ταύτης τε ἕνεκα τῆς αἰτίας, ποτὲ μὲν αὐτοῖς παρετίθει τὰ γέρα τὰ τοῖς ἁγίοις ηὐτρεπισμένα· ποτὲ δὲ τοὺς τῆς κολάσεως ἀφηγεῖτο τρόπους, τοὺς τοῖς φιλαμαρτήμοσι πρέποντας, ἵνα πανταχόθεν συνελάσῃ πρὸς τὸ ὠφελοῦν. Ἀλλ' οὐδεὶς ἦν τρόπος ὁ τὰς Ἰουδαίων ἐξιτηλίας ἀπώσασθαι δυνάμενος. Ἀπονενευκότες γὰρ εἰς φιλοκερδίαν καὶ τρυφὰς, καὶ τὴν ἐσχάτην ἤδη νοσοῦντες ἀπόνοιαν κατὰ Θεοῦ, τοῖς ἁγίοις προφήταις ἐπεφύοντο δεινοί. Καὶ οἱ μὲν ἀπιστοῦντες παντελῶς τοῖς δι' αὐτῶν λεγομένοις ἔφασκον· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἑτέραν πλάνησιν·» οἱ δὲ μονονουχὶ καὶ καταιτιώμενοι τὸ τῆς θείας φύσεως ἀνεξίκακον ἀλλήλοις κατὰ τὸ εἰκὸς προσγελῶντες ἔφασκον· Ἀλλὰ μακρὰν αἱ ἡμέραι, ἀπόλωλε πᾶσα ὅρασις. Καὶ γοῦν ἔφη που Θεὸς πρὸς τὸν μακάριον Ἰεζεχιήλ· «Υἱὲ ἀνθρώπου, ἰδοὺ ὁ οἶκος Ἰσραὴλ ὁ παραπικραίνων, λέγοντες λέγουσιν· Ἡ ὅρασις ἣν οὗτος ὁρᾷ, εἰς ἡμέρας πολλὰς, καὶ εἰς καιροὺς μακροὺς οὗτος προφητεύει. Διὰ τοῦτο εἰπὸν αὐτοῖς· Τάδε λέγει Ἀδωναῒ Κύριος· Οὐ μὴ μηκύνωσι πάντες οἱ λόγοι μου, οὓς ἂν λαλήσω· ὅτι λαλήσω λόγον, καὶ ποιήσω, λέγει Ἀδωναῒ Κύριος.» Ἕτεροι δὲ πάλιν μονονουχὶ καὶ ἀπεγνωκότες τῆς ἑαυτῶν σωτηρίας καὶ ζωῆς, κατεθρασύνοντο τῆς ὀργῆς, καὶ δὴ καὶ ἔφασκον· Ἡκέτω τὸ τάχος ὁ τοῦ πολέμου καιρὸς, οὐκ ἀνάνδρους ἡμᾶς ἢ ψοφοδεεῖς ὄντας εὑρήσουσιν οἱ καταδῃοῦν ἐθέλοντες. Ἐμπειροπόλεμοι καὶ ἡμεῖς, καὶ εὖ εἰδότες τὰ τακτικά. Τοὺς ταῦτα πεφρονηκότας ταλανίζει δικαίως, καί φησιν· «Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας.» Ἁμαρτίας δὲ καὶ ἀνομίας ἐν τούτοις φησὶ τὰς ὑπέρ γε τῶν ἁμαρτιῶν τιμωρίας ἤτοι κολάσεις, μακρὰν μὲν οὔσας ἔτι, καὶ οὔπω πλησίον, διά τοι τὸ ἀνεξικακεῖν ἔτι βούλεσθαι τὸν Θεὸν, ἑλκομένας δὲ τρόπον τινὰ παρ' αὐτῶν, διὰ τοῦ βούλεσθαι καὶ τοῖς ἐκ θείας