Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.160
Not analysed yet
ὀργῆς περιπεσεῖν κινήμασιν. Οἶμαι δὲ ἔγωγε τῶν τοιούτων ἑκάστῳ πρεπωδέστατά τε καὶ ἀληθῶς δύνασθαι λέγειν ἡμᾶς· «Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν, ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ.» Ἕλκουσι γὰρ, ὡς ἔφην, αὐτοὶ καθ' ἑαυτῶν τὸν τῆς κολάσεως καιρὸν, τάχα που μικροψυχοῦντες, ὅτι μέλλει κολάζων αὐτοὺς, καὶ μὴ πλημμελοῦσιν ἀκαθέκτως ἐπετίθει τὰς δίκας. Ἕλκουσι τοίνυν τὰς ἁμαρτίας ὡς σχοίνῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας. Ὥσπερ γὰρ τὰς δαμάλεις, ἤτοι τὰς βοῦς ὑποφέροντες τοῖς ζυγοῖς, ἕλκουσιν ἔσθ' ὅτε σὺν βίᾳ πολλῇ, καὶ καταδεσμεύουσιν εἰς πόνους· τὸν αὐτὸν, οἶμαι, τρόπον κἀκεῖνοι τοῖς ἐκ θείας ὀργῆς ἐπισυμβήσεσθαι μέλλουσιν ἑαυτοὺς ὑποφέροντες ἔφασκον· «Ἐγγισάτω τὸ τάχος, ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ ἵνα γνῶμεν.» Τοῦτο λέγοντας καὶ οὕτω πεφρονηκότας καὶ ἕτερος τῶν ἁγίων προφητῶν ταλανίζει λέγων· Οὐαὶ οἱ ἐπιθυμοῦντες τὴν ἡμέραν Κυρίου· καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς, καὶ γνόφος οὐκ ἔχων φέγγος αὐτοῦ. Χρὴ τοίνυν μανθάνοντας ὅτι λελύπηται Θεὸς, παραχρῆμα μετανοεῖν, καὶ ἀκαταλήκτοις προσευχαῖς μειλίσσεσθαι μᾶλλον αὐτὸν, οὐ παροτρύνειν ἔτι κεκινημένον· οὔτε μὴν ἀπειλοῦντος καταφρονεῖν· μακρόθυμος γάρ ἐστι, καὶ πολυέλεος, ἀποφέρων ἀνομίας, καὶ ὑπερβαίνων ἀδικίας· καὶ μικροῖς ἔσθ' ὅτε δακρύοις τῶν ἡμαρτηκότων ἐπὶ τὴν αὐτῷ φιλαιτάτην γαληνότητα μεθιστάμενος. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρὸν, οἱ τιθέντες τὸ σκότος φῶς, καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἀσυνέτους ὄντας παντελῶς καὶ διὰ τούτων ἐλέγχει τοὺς τὰς ἁμαρτίας ἐπισπωμένους ὡς σχοινίῳ μακρῷ. Δέον γὰρ ἐπαίνου παντὸς ἀξιοῦν τὸ χρῆναι μετανοεῖν, καὶ διὰ πάσης ἐπιεικείας ἀπαλλάττειν ἑαυτοὺς τῆς ἐπηρτημένης ὀργῆς, καὶ ταῖς νηστείαις ἀπολογεῖσθαι λελυπημένῳ τῷ πάντων κρατοῦντι Θεῷ· ἀδόκιμοι γεγόνασι τραπεζῖται, τιμῶντες μὲν τὰ αἰσχίω, κατακιβδηλεύοντες δὲ τὸ ἀσυγκρίτως ἄμεινον, καὶ τὸ ὅτι μάλιστα λυσιτελὲς εἰς σωτηρίαν αὐτοῖς. Πρέπει δὴ οὖν ἄρα τοῖς οὕτω πεφρονηκόσι τὸ οὐαί. Ἀνόσιοι γὰρ καὶ ἀσύνετοι καθ' ἑαυτῶν γεγόνασι δικασταί. Τὸ μὲν γὰρ πονηρὸν καλὸν εἶναι λέγοντες, καταλογιζόμενοι τὸ σκότος φῶς, καὶ τὸ μὲν πικρὸν γλυκὺ, τὸ δὲ γλυκὺ πικρὸν εἶναι διαβεβαιούμενοι, διά γε τοῦ παθεῖν ἑλέσθαι τὰς ἐκ τοῦ πολέμου συμφορὰς, καίτοι μετὸν εὐκόλως ἔξω γενέσθαι τοῦ κακοῦ, παρωσάμενοι δὲ καὶ αὐτὸν τὸν διὰ Χριστοῦ φωτισμὸν, μεμενήκασιν ἐν σκότῳ. Καὶ τί φησιν ὁ προφήτης; «Ὑπομεινάντων φῶς ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν ἐν σκοτίᾳ περιεπάτησαν.» Κατώλισθον δὲ δυσβουλίας εἰς τοῦτο καὶ φρενῶν ἀγριότητος, ὥστε καὶ προκειμένης αὐτοῖς εἰς ἀπόλαυσιν τῆς ἡμερότητος τοῦ Θεοῦ, καὶ τῆς ἐντεῦθεν γλυκείας ἐλπίδος,