Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.17
Not analysed yet
»Ἀνάστηθι καὶ κρίθητι πρὸς τὰ ὄρη, καὶ ἀκουσάτωσαν οἱ βουνοὶ τὴν φωνήν σου. Ἀκούσατε, βουνοὶ, τὴν κρίσιν τοῦ Κυρίου, καὶ αἱ φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυρίῳ πρὸς τὸν λαὸν αὐτοῦ, καὶ μετὰ τοῦ Ἰσραὴλ διελεγχθήσεται.» Καὶ οὔτι που φαμὲν ὅτι πρός γε τὰ ὄρη καὶ τοὺς βουνοὺς γέγονεν ἡ κρίσις τῷ Κυρίῳ διὰ τῆς τοῦ προφήτου φωνῆς, ἐδικάζετο δὲ μᾶλλον τῷ πρὸς αὐτὴν τὴν ἀσέβειαν τοῦ Ἰσραὴλ τοῖς ἐν τοῖς ὄρεσι καὶ βουνοῖς καὶ νάπαις. Ἠλέγχετο γὰρ ἀμετρίως δεδυσσεβηκὼς, καὶ βωμοὺς καὶ τεμένη κατασκευάσας ἐκεῖ τοῖς ἀκαθάρτοις δαίμοσιν. Οὐκοῦν ἐπειδήπερ οἱ ἐξ Ἰσραὴλ τῆς εἰς Θεὸν αἰδοῦς ἀλογήσαντες προσεκύνησαν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ἡλίῳ τε φημὶ καὶ σελήνῃ, δεχόμενοι δὲ καὶ τὴν ἐκ γῆς ὕλην, ξύλα τέ φημι καὶ λίθους, ἐποίησαν ἑαυτοῖς εἴδωλα κατὰ τὸ ἑκάστῳ δοκοῦν, οἰκονομώτατα λίαν τὴν ἐν τούτοις αὐτῶν ἀσέβειαν ὑπαινίττεται, καὶ οἷον εἰς ἔλεγχον καὶ ἀπόδειξιν οὐρανόν τε καὶ γῆν εἰς μέσον ὥσπερ παρακομίζει λέγων, «Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν,» Καὶ καθ' ἕτερον δὲ τρόπον, πολλοὺς εἶναι φαμὲν τοὺς πατέρας ἐν οὐρανῷ, τοὺς πνευματικοὺς δῆλον ὅτι· πολλοὺς δὲ ὁμοίως καὶ ἐπὶ τῆς γῆς, τοῦτο μὲν σαρκικοὺς, τοῦτο δὲ πνευματικούς. Ἀλλὰ τούτοις μὲν ἅπασι τοῖς πατράσι τοῖς ἄνω τε καὶ κάτω παρὰ τῶν ὑπὸ χεῖρα τέκνων προσάγονται τιμαί. Χαίρουσι δὲ λίαν οἱ τετιμημένοι, καὶ οὐδείς ἐστιν ἐν αὐτοῖς, ὃς οὐ πάντῃ τε καὶ πάντως ποιεῖται δυσφόρητον τὸ ἀχαριστεῖσθαι παρὰ τῶν τέκνων. Ὃ δὴ πεπονθὼς ὁ τῶν ὅλων Θεὸς, τούς τε ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς πατέρας διαμαρτύρεται λέγων· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Εἰσδεχθεὶς γὰρ ὁ Ἰσραὴλ διὰ τῆς χάριτος, καὶ τῆς τοῖς τέκνοις πρεπούσης ἠξιωμένος φειδοῦς, γεγεννῆσθαι λέγεται παρὰ Θεοῦ, τῆς ἀληθοῦς καὶ πνευματικῆς ἀναγεννήσεως ἐφ' ἡμῖν ἐκπεπερασμένης. Διὰ πίστεως δὲ δῆλον ὅτι τῆς ἐν Χριστῷ· γεγεννήμεθα γὰρ ἐξ ὕδατος καὶ πνεύματος, καὶ δέδοται μὲν τοῖς ἀρχαιοτέροις πνεῦμα δουλείας, εἰ καὶ πρωτότοκος ἦν καὶ ὠνόμασται λαός. Ἡμῖν δὲ, τῆς υἱοθεσίας ὄνομά τε καὶ πνεῦμα, κεχάρισται ὁ Θεός. «Ὅτι γάρ ἐστε,» φησὶν, «υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ, εἰς τὰς καρδίας ὑμῶν, κράζον Ἀββὰ ὁ πατήρ.» Γεγέννηκα γὰρ, φησὶν, υἱοὺς, καὶ οὐ διὰ τοῦτο μόνον, ἀλλὰ γὰρ καὶ ὕψωσα, τοῦτ' ἔστιν, ἀνέθρεψα. Τοῦτο γὰρ ἡ τῶν ἑτέρων μηνυτῶν ἐπίδοσις ἔχει. Λελυτρωμένος γὰρ ὁ Ἰσραὴλ, οὐκ ἀνεπικούρητος ἦν μετὰ τοῦτο, καὶ ἀγάπης ἔρημος τῆς παρὰ Θεοῦ. Τέθραπτο γὰρ καθάπερ τις υἱὸς ἐκ φιλόπαιδος ἀληθῶς καὶ φιλοστοργωτάτου πατρός. «Ἄρτον γὰρ οὐρανοῦ,» φησὶν, «ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος.» Ἐτρέφετο δὲ ἑτέρως καὶ εἰς εὐεξίαν πνευματικὴν διὰ τῆς ἐννόμως σοφίας καὶ προφητικῶν παιδευμάτων, ἀποκομιζόντων ἀστείως εἰς ἐπίγνωσιν ἀληθείας, τοῦτ' ἔστι Χριστοῦ. Γράφει γοῦν ὁ Παῦλος, «Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν.»