Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.161
Not analysed yet
εἵλοντο μᾶλλον αὐτοὶ τὰς ἐκ τοῦ κολάζεσθαι πικρίας, καὶ τοῖς οὕτω δεινοῖς ἐκτρύχεσθαι κακοῖς. Πεπονθέναι δὲ τοῦτό φησιν αὐτοὺς, ὅτι γεγόνασιν ἐν ἑαυτοῖς συνετοὶ, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Ἀληθὲς ὅτι κατὰ τὴν τοῦ Παροιμιαστοῦ φωνὴν, «Ἀνεξέλεγκτος σοφία πλανᾶται.» Φορτικὸν δὲ καὶ ἐπιζήμιον τὸ περιαυτίζεσθαι φιλεῖν τοῖς τοῦτο δρᾷν εἰωθόσι, καὶ ἀποδιδόναι μόνῃ τῇ ἰδίᾳ γνώμῃ τὸ δοκεῖν εἰδέναι τὸ ὠφελοῦν. Οὕτω καὶ Γράμμα φησὶν ἱερόν· Ὁ δὲ κατοιόμενος καὶ καταφρονητὴς ἀνὴρ ἀλαζὼν οὐδὲν οὐ μὴ περάνῃ. Ταύτην ἔχοντες τὴν ἀῤῥωστίαν εἰς νοῦν καὶ καρδίαν οἱ τῶν Ἰουδαίων καθηγηταὶ, τὰς παρὰ τοῦ Σωτῆρος οὐκ ἐδέχοντο συμβουλάς. Ἦσαν γὰρ, ἦσαν, οὐκ ἐνώπιον Κυρίου μᾶλλον, ἀλλ' ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, ἐξοφρυώμενοι μὲν καὶ μέγα φρονοῦντες ἐπὶ τῇ τῶν θείων εἰδήσει νόμων, ἐγνωκότες δὲ τὸ σύμπαν οὐδέν. Τυφλοὶ γὰρ ἦσαν τυφλῶν ὁδηγοὶ, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Οὐαὶ οἱ ἰσχύοντες ὑμῶν, οἱ τὸν οἶνον πίνοντες, καὶ οἱ δυνασταὶ οἱ κεραννύντες τὸ σίκερα· οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκα δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες. Οἱ τῆς Ἰουδαίων συναγωγῆς ἁδρότεροί τε καὶ εὐκλεέστεροι, καὶ τὸ προὔχειν τῶν ἄλλων ἐν εἰδήσει τῶν θείων ἔχοντες νόμων, καὶ τὰς παρ' αὐτοῖς ποιούμενοι κρίσεις, διεβέβληντο λίαν, ὡς ἄπληστον εἰς δωροδοκίαν ἐκτείνοντες χεῖρα, καὶ τοῖς ἀδικεῖν ἐθέλουσιν ἀδελφοὺς τὴν παρ' ἑαυτῶν εὐκόλως καταπωλοῦντες ψῆφον· καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς· «Κρίμα δίκαιον κρίνατε.» Ὅτι δέ ἐστιν ἀληθὲς ὅ φημι, πιστώσεται λέγων ὁ προφήτης Ἀμβακούμ· «Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐκ εἰσακούσῃ; βοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις; Ἵνα τί ἔδειξάς μοι κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν; Ἐξ ἐναντίας μου γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς τέλος κρίμα, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Ἕνεκα τούτου ἐξελεύσεται τὸ κρίμα διεστραμμένον.» Καὶ αὐτὸς δέ πού φησιν ὁ θεσπέσιος Ἡσαΐας πρὸς τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιών· «Οἱ ἄρχοντές σου ἀπειθοῦσιν, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα· ὀρφανοῖς οὐ κρίνοντες, καὶ κρίσει χήρας οὐ προσέχοντες.» Ταῦτα δὲ ἔδρων αἰσχρῶν λημμάτων ἡττώμενοι· καὶ τάχα που τὰ εἰς πότους καὶ τρυφὰς ἀνοσίως ἐρανιζόμενοι, καὶ ἐξ ἀδικιῶν συλλέγοντες. Αἰτιᾶται γὰρ αὐτοὺς διὰ φωνῆς προφήτου, λέγων· Καὶ τὰ ἱμάτια αὐτῶν δεσμεύοντες σχοινίοις, παραπετάσματα ἐποίουν ἐχόμενα τοῦ θυσιαστηρίου, καὶ οἶνον ἐκ συκοφαντιῶν ἔπινον ἐν τῷ οἴκῳ τοῦ Θεοῦ αὐτῶν. Οὐαὶ τοίνυν, φησὶ, τοῖς ἁδροῖς καὶ δυνατοῖς, τοῖς ἀρτίουσι περιέργως τὸ σίκερα, τοῖς φιλοπόταις, καὶ ἀγαπῶσι μέθην, τοῖς τὸ δίκαιον αἴρουσι τοῦ δικαίου, τοῦτ' ἔστι, τοῖς κατακρίνουσι μὲν τὸν ἠδικημένον, ἀπονέμουσι δὲ ψῆφον δικαίαν τοῖς εἰωθόσι πλεονεκτεῖν. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ ἀναφανδὸν εἰπεῖν τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρὸν, καὶ σκότος εἰς φῶς, καὶ τὸ φῶς εἰς σκότος,