Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.164
Not analysed yet
τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἰστέον δὲ ὅτι δυνατοὶ δυνατῶς ἐτασθήσονται· καὶ ᾧ παρέθεντο πολὺ περισσότερον ἀπαιτοῦσι παρ' αὐτοῦ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Οὐ γὰρ ἴσῳ τρόπῳ τὰ τῆς κολάσεως ἔσται τοῖς τε ἡγουμένοις καὶ τοῖς ὑπὸ χεῖρα κειμένοις. Οἱ μὲν γὰρ ἔσθ' ὅτε προβαλοῦνται τὸ μὴ εἰδέναι τυχὸν τὸ θέλημα τοῦ κυρίου αὐτῶν· οἱ δὲ καίτοι λίαν ἐγνωκότες ἀκριβῶς οὐ δεδράκασιν. Ταύτῃ τοι δικαίως δυσαχθεστέραν ὑπομενοῦσι τὴν τοῦ κολάζοντος κίνησιν. Διὰ τοῦτο, ὃν τρόπον καυθήσεται ἡ καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν, ὡς κονιορτὸς ἀναβήσεται. Ἐπειδὴ γὰρ αὐτοὶ καθ' ἑαυτῶν, φησὶν, ἐπεσπάσαντο τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, καὶ γεγόνασιν οὐκ ὀρθοὶ τῶν πραγμάτων κριταὶ, καταψέγοντες μὲν τὸ ἀγαθὸν, ἐπαινοῦντες δὲ τὸ πονηρὸν, σοφοί τε ἦσαν ἐν ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, καὶ πρὸς τὰ ἔτι τούτων αἰσχίονα βλέποντες, δεδικαιώκασι μὲν ἕνεκα δώρων τὸν ἀσεβῆ, τὸ δὲ δίκαιον τοῦ δικαίου ἔλαβον· τούτων ἕνεκα πάντων ὡς εὐκατάπρηστος ὕλη, καὶ καλάμης δίκην, πυρὸς ἔσονται τροφὴ, καὶ φλόγες αὐτοὺς ἀνειμέναι κατανεμηθήσονται, ὡς ὁμοῦ ταῖς ῥίζαις τοὺς ἐξ αὐτῶν δαπανηθῆναι καρποὺς, τοῦτ' ἔστι, συνδιολέσθαι τοῖς τεκοῦσι τὰ ἐξ αὐτῶν, καὶ ὡς χοῦν ἢ κόνιν ῥαγδαιοτάτου πνεύματος διαριπισθῆναι προσβολαῖς. Ἀνειμένην δὲ φλόγα φησὶ τὴν ὑπ' οὐδενὸς σβεννυμένην. Ἐμπέπτωκε μὲν γὰρ ἢ ληΐοις ἤγουν ἀμπέλοις ἔσθ' ὅτε πῦρ· ἀλλ' οὐ γέγονεν ἀνημμένη, ἐπαμυνόντων πολλῶν, καὶ προσελθεῖν οὐκ ἐώντων, οὔτε μὴν ἀδιακωλύτως κατανέμεσθαι τοὺς ἀγρούς. Πονοῦντος δὲ οὐδενὸς, ἤγουν ἀνακόπτοντος τὸν ἐπέκεινα δρόμον τῆς φλογὸς, τότε δὴ τότε καὶ ἀνημμένη τις ἔσται καὶ ἄφετος, καὶ ἀχάλινος οὖσα πρὸς πᾶν ὁτιοῦν τῶν παρακειμένων. Οὐκοῦν ἐπειδήπερ ταῖς τοῦ πολέμου συμφοραῖς ὑποφέροντος αὐτοὺς τοῦ πάντα ἰσχύοντος Θεοῦ, καὶ ὁσίᾳ ψήφῳ κολάζοντος, οὐδεὶς παντελῶς ἐπαμύνων ἦν· ταύτῃ τοι καὶ μάλα εἰκότως ἀνημμένην φλόγα τὴν ὀργὴν ὀνομάζει. Ὡς γάρ φησιν ὁ μακάριος Μωσῆς· «Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστὶν, καὶ ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει;» Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Δαβὶδ ψάλλει· «Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σου;» Χρὴ οὖν ἄρα παντὶ σθένει χρωμένους παραιτεῖσθαι τὴν ὀργήν· φοβερὸν γὰρ τὸ χρῆμα, καὶ δυσδιάφυκτον· καὶ γοῦν δεδιδάγμεθα λέγειν ἐν προσευχαῖς· «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.» Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν τὸ παιδεύεσθαι χαλεπόν. Φορτικὸν δὲ καὶ δύσοιστον, τὸ ἐν ὀργῇ καὶ θυμῷ τοῦτο πράττεσθαι καθ' ἡμῶν· οὕτω καὶ ὁ προφήτης ἔλεγεν· «Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς.» Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ, ἀλλὰ τὸ λόγιον τοῦ ἀγίου Ἰσραὴλ παρώξυναν. Καὶ ἐθυμώθη ὀργῇ Κύριος Σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλε τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς,