Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.20.1
Not analysed yet
Ἀλλ' ἠθέτησε τὸν γεννήσαντα. Καὶ τίς ὁ τῆς ἀθετήσεως τρόπος εἴη ἄν; ἐτράπετο γὰρ εἴς γε τὸ θέλειν τοῖς μὴ φύσει λατρεύειν θεοῖς, νενόσηκε δὲ καὶ ἑτέρως, πολὺ τὸ ἐξήνιον, καὶ τὸ ἔτι τούτων εἰς ἀτοπίαν ἐπέκεινα, οὔτε αὐτὴν μεμίμηται τῶν ἀλόγων ζώων τὴν εὔνοιαν, ἣν ἂν ἔχοιεν ἐκεῖνα πρὸς τοὺς δεσπότας. Ταύτῃ τοι φησίν· «Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ, Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν.» Ἄνθρωπος μὲν γὰρ εἰ ἐκπρίαιτο βοῦν, ἕξει δὴ πάντως αὐτὸν εἰς τὰ τῆς γεωπονίας ἔργα χρησιμώτατον, τοῦτο μὲν ἀροῦν, εἰ ἕλοιτο, τὴν γῆν, τοῦτο δὲ εἰς τὴν ἅλω καταλεπτύνειν, καὶ ἀποκρίνειν τοῦ σίτου τὸ ἄχυρον. Εἰ δὲ δή τις πρίαιτο καὶ ὄνον, φυσικοῖς καὶ αὐτὸς κινήμασιν καλεῖται πρὸς εὐπείθειαν, καὶ οἷόν τινα τῶν ἐν φάτναις αὐτῷ κειμένων ἀντίδοσιν ποιεῖται τὴν ὑπόταξιν. Ἀχθοφορεῖ γὰρ ἑκὼν, καὶ τὸν τοῦ δεσπότου μερίζεται πόνον. Ἀλλὰ ταυτὶ μὲν ἐν τούτοις. Ὁ δὲ σοφὸς Ἰσραὴλ ἐν νόμῳ παιδαγωγούμενος, ἐπὶ τὸ δεῖν εἰδέναι τὸ ὠφελοῦν ὁ τὴν τοῦ Θεοῦ δόξαν διὰ πολλῶν καὶ ἀξιαγάστων σημείων ἐκμεμαθηκὼς, ὄνου καὶ βοὸς κατόπιν ἔρχεται, καὶ τῆς τῶν ἀλόγων ἐπιεικείας ἡττώμενος ἠγνόηκε τὸν δεσπότην. Εὖ δὲ δὴ σφόδρα τὸ, οὐκ ἔγνω, φησὶν, οὐ συνῆκεν. Καίτοι γὰρ μεμαθηκὼς, ὡς ἔφην, τὴν τοῦ Θεοῦ δόξαν, καὶ διὰ τὸ ἀπονεῦσαι λίαν εἰς ἀχάλινον ἐκτροπὴν, ἐν ἴσῳ γέγονεν τῷ ἠγνοηκότι. Εἰ γὰρ μὴ τοῦτό ἐστιν ἀληθῶς, οὐκ ἂν ἔφη τῷ ξύλῳ, «Θεός μου εἶ σύ·» καὶ τῷ λίθῳ, «Σὺ ἐγέννησάς με.» Ὅθεν «ἐξέστη,» φησὶν, «ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἐπὶ πλεῖον σφόδρα, λέγει Κύριος. Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου, ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν αὐτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν.» Πρέποι δ' ἂν καὶ αὐτῷ τῷ Χριστῷ τὸ φάναι περὶ αὐτῶν, τὸ, Ἰσραὴλ δὲ οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Γέγονε μὲν γὰρ καὶ ἡ πάλαι λύτρωσις δι' αὐτοῦ. Τέθειται δὲ καὶ ὁ νόμος μέχρι καιροῦ διορθώσεως, καθὰ γέγραπται. Ἐπειδὴ δὲ . . . ἀνέφικτον δικαιοῦν ἡμᾶς δύνασθαι τὴν σκιὰν, ἐπέφανεν ἡμῖν μετὰ σαρκὸς ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἵνα δικαιώσῃ τῇ πίστει τοὺς προσιόντας αὐτῷ, καὶ ἀπαλλάξῃ θανάτου καὶ ἁμαρτίας. Ἀλλ' οὐ συνῆκεν αὐτὸν ὁ Ἰσραὴλ, καίτοι λέγοντος σαφῶς· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με, ἔχει ζωὴν αἰώνιον, καὶ εἰς κρίσιν οὐκ ἔρχεται, ἀλλὰ μεταβέβηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν.» Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι· ἐγκατελείπετε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. Τὸν τῆς ἀθετήσεως τρόπον εὖ μάλα διηγγελκὼς, καὶ τῆς ἐνούσης αὐτοῖς ἀλογίας παραδείξας τὸ μέγεθος, μεθίστησι παραχρῆμα τὸν λόγον, τοῦτο μὲν εἰς ταλανισμὸν ἐπ' αὐτοῖς δηλονότι, τοῦτο δ' αὖ πάλιν πρὸς ἐπίπληξιν. Πρέποι δ' ἂν, οἶμαι, τῷ προφητικῷ προσώπῳ μάλιστα τὸν μονονουχὶ κατοιμώζειν αὐτοὺς, καὶ ἐκ πολλῆς ἄγαν φιλοθείας κατ-