Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.176.1
Not analysed yet
ταῖς. Δοξολογοῦσι γὰρ καὶ τοῦτο ἐξ ἀμοιβῆς, οὐ διά γε τὸ κάμνειν, καθάπερ ἐγῷμαι, παραχωροῦσι δὲ μᾶλλον τὰς τιμὰς ἀλλήλως, καὶ ἀντιδωρούμεναι τὰς δοξολογίας. Πάντα γὰρ ἐν κόσμῳ τὰ ἄνω. Τρὶς δὲ τὸ. «Ἅγιος» λέγουσαι, κατακλείουσι τὴν δοξολογίαν, εἰς τὸ, «Κύριος Σαβαὼθ,» ἐν μιᾷ θεότητος φύσει τὴν ἁγίαν τιθέντες Τριάδα. Ὑφεστάναι μὲν γὰρ ὁμολογουμένως φαμὲν τὸν Πατέρα· οὕτω δὲ καὶ τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ λόγος οὐδεὶς διατέμνει πρὸς ἑτερότητα φυσικὴν τῶν ὠνομασμένων ἕκαστον, ἀλλ' ἐν ὑποστάσεσι τρισὶ νοεῖται μία θεότης. Καὶ δι' αὐτῶν ἡμῖν τοῦτο μεμαρτύρηται τῶν ἁγίων Σεραφεὶμ, οἳ καὶ πλήρη πᾶσαν τὴν γῆν εἶναι λέγουσι τῆς δόξης αὐτοῦ, προαναφωνοῦντες τὰ ἐσόμενα, καὶ τῆς διὰ Χριστοῦ γεγενημένης οἰκονομίας προαναγγέλλοντες τὸ μυστήριον. Πρὶν μὲν γὰρ σάρκα γενέσθαι τὸν Λόγον, κατεκράτει τῆς ὑπ' οὐρανὸν ὁ δαίμων ὁ ἀλητήριος, ὁ δράκων, ὁ ἀποστάτης. Προσεκυνήθη δὲ καὶ ἡ κτίσις παρὰ τὸν κτίσαντα καὶ Ποιητήν· ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, πεπλήρωται τῆς δόξης αὐτοῦ πᾶσα γῆ. Κάμψει γὰρ αὐτῷ πᾶν γόνυ, καὶ πᾶσα φυλὴ, καὶ γλῶσσαι ἐξομολογήσονται, καὶ αὐτῷ δουλεύσουσι, κατὰ τὸ γεγραμμένον. Προανακεκράγει δὲ καὶ τοῦτο ὁ μακάριος Δαβὶδ ἐν πνεύματι· ἔφη γάρ· «Πάντα τὰ ἔθνη ὅσα ἐποίησας, ἥξουσι, καὶ προσκυνήσουσιν ἐνώπιόν σου, Κύριε.» Τοῦτό τοι τετέλεσται κεκλημένης τῆς ἐξ ἐθνῶν πληθύος· καὶ προσκυνούντων ἁπάντων τῷ δι' ἡμᾶς καθ' ἡμᾶς γενομένῳ, μεμενηκότι δὲ δι' ἑαυτὸν ὑπὲρ πάντα. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Τεθέαται μὲν γὰρ ὁ προφήτης τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, περιεστηκότων ἐν κύκλῳ τῶν ἁγίων Σεραφεὶμ, καὶ ἀκαταλήκτοις δοξολογίαις εὐφημούντων αὐτόν. Διεβεβαιοῦτο δὲ, ὅτι πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Νῦν δὲ ἐπῆρθαί φησι τὸ ὑπέρθυρον, ἐμπεπλῆσθαι δὲ καὶ τὸν οἶκον καπνοῦ, καὶ ἀπό γε τῆς φωνῆς ἧς ἐκέκραγον τὰ ἅγια Σεραφείμ. Ἆρ' οὖν ἐροῦμεν τὴν φωνὴν αἰτίαν γενέσθαι τῶν συμβεβηκότων τῷ οἴκῳ; Καίτοι πῶς οὐ σφόδρα ἐστὶν ἀκαλλὲς τὸ φρονεῖν ἑλέσθαι ταυτί; Τίνα δὴ οὖν τρόπον ταῖς τῶν προκειμένων προσβαλοῦμεν ἐννοίαις; Ἄριστά τε καὶ σοφῶς. Πρὸ μὲν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως καὶ ἐπιδημίας, ἔτι τὴν ἐν νόμῳ πολιτείαν ἀκωλύτως τε καὶ ἀνεπιπλήκτως διέποντος τοῦ Ἰσραὴλ, πλήρης ἦν ὁ διαβόητος ἐκεῖνος νεὼς ἐν τοῖς Ἱεροσολύμοις ὃν Σολομὼν ἀνεδείματο τῆς δόξης τοῦ Θεοῦ. Ἐπετέλουν γὰρ ἐν αὐτῷ τὰς κατὰ νόμον θυσίας. Ἐπειδὴ δὲ τὸν ἐξ οὐρανοῦ ἀφιγμένον ἐν ἀνθρωπείᾳ μορφῇ, καὶ διὰ νόμου καὶ προφητῶν κεκηρυγμένον οὐ προσήκαντο, μᾶλλον δὲ καὶ ἀπεκτόνασι τὸν ἀρχηγὸν τῆς ζωῆς, ἐγκατέλιπε τὸν οἶκον αὐτοῦ, ἀφῆκε τὴν κληρονομίαν αὐτοῦ. Ἀπονένευκε γὰρ εἰς τὰ ἔθνη, καὶ πεπλήρωται μὲν πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Παραδέδοται δὲ τῶν Ἰουδαίων ἡ χώρα πρὸς ἐρήμωσιν, ἐμπέπρησται δὲ καὶ αὐτὸς ὁ νεώς. Ὅτε τοίνυν κατά γε τὴν προφητείαν ἤγουν προαγόρευσιν ἤτοι φωνὴν τῶν ἁγίων Σεραφεὶμ ἐπλήσθη πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ, τότε ἐπήρθη τὸ ὑπέρθυρον τοῦ