Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.177
Not analysed yet
ναοῦ, καὶ ἐνεπλήσθη καπνοῦ. Οὐκοῦν τὸ, «ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον,» χρόνου μᾶλλόν ἐστι σημαντικὸν, οὐχὶ δὴ πάντως τῆς δοξολογίας ἔργον καὶ ἀποτέλεσμα. Σημαίνει δὲ, οἶμαι, τὸ, «Ἐπήρθη τὸ ὑπέρθυρον,» τὸ καταλελεῖφθαι τὸν ναόν. Ὅτι δὲ καὶ ἐμπέπρησται. τὸ ἐμπεπλῆσθαι λέγειν αὐτὸν καπνοῦ. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ' ἕτερον τρόπον τὰ τοιάδε νοεῖν, καὶ τὰ κατὰ παντὸς τοῦ τῶν Ἰουδαίων ἔθνους πεπράχθαι λέγειν αὐτὰ νοητῶς, οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος λογισμοῦ. Ὅτε γὰρ τῆς τοῦ Σωτῆρος ἡμῶν δόξης ἐπλήσθη πᾶσα ἡ γῆ κεκλημένων διὰ τῆς πίστεως τῶν ἐθνῶν, τότε τῆς Ἰουδαίων διανοίας πᾶσα μὲν ἀσφάλεια λέλυται πνευματική. Καπνοῦ δὲ δίκην οἱ τάλανες, τὴν ἐκ τῆς ἀμαθίας ἀχλὺν λαβόντες εἰς νοῦν τυφλοὶ γεγόνασι νοητῶς. Ταύτῃτοι καὶ ὁ Σωτὴρ αὐτοῖς ἐπεφώνει λέγων· «Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾷς καταλάβῃ.» Τί δέ ἐστιν ἀσφαλὴς καὶ εὐάλωτος τῶν Ἰουδαίων ὁ νοῦς πρὸς πᾶν ὁτιοῦν τῶν παθῶν ἐπικουρίας τῆς ἄνωθεν ἔρημος ὢν, πῶς ἂν ἐνδοιάσειέ τις τῶν εὖ φρονεῖ εἰωθότων; Καὶ εἶπα, Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ· καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς. Ὁ διὰ τοῦ πανσόφου Μωσέως προστέταχε νόμος, μὴ συναναμίγνυσθαι τοῖς ἁγίοις τὸν βέβηλον, καὶ πολλή τις ἄγαν ἡ ἐπιτήρησις παρὰ τοῖς Ἰουδαίοις ἐν τούτοις. Καὶ γοῦν τοῖς ἁγίοις ἀποστόλοις ἁλιεύουσιν ἔτι προσεφώνει λέγων ὁ Κύριος· «Χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.» Οὗ δὴ γεγονότος, ἰχθύων μὲν πλῆθος συνείληπτο πολὺ, τεθαυμακὼς δὲ τοῦ λόγος τὴν δύναμιν ὁ θεσπέσιος Πέτρος, «Προσέπεσε, φησὶ, τοῖς γόνασι τοῦ Ἰησοῦ, λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε.» Ἀλλ' οὐκ ἂν ὁ Πέτρος ἠθέλησεν ἀπελθεῖν ἀπ' αὐτοῦ τὸν Χριστόν. Ἐπειδὴ δὲ ᾔδει τὸν τοῦ νόμου σκοπὸν, ὡμολόγει μὲν ὅτι ἁμαρτωλός ἐστιν, ἐδεδίει δὲ τῷ ἁγίῳ συνεῖναι, κατά γε τὸ κρατῆσαν ἀεὶ παρὰ τοῖς Ἰουδαίοις ἔθος. Ἀφιγμένου δέ ποτε τοῦ Χριστοῦ καὶ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, εἶτα τεθεραπευκότος τοὺς ἐν τοῖς μνημείοις δαιμωνῶντας ἀγρίως, τεθαυμάκασι μὲν τὴν θεοσημείαν. Ἔφη δὲ ὁ Ματθαῖος, ὅτι «Πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τοῦ Ἰησοῦ· καὶ ἰδόντες αὐτὸν, παρεκάλεσαν μεταβῆναι ἀπὸ τῶν ὁρίων αὐτῶν.» Καίτοι πῶς οὐκ ἔδει μᾶλλον μεταποιεῖσθαι τοῦ τεθεραπευκότος, καὶ παρακαλεῖν προσμεῖναί τε αὐτοῖς, καὶ πολλῶν ἑτέρων θαυμάτων γενέσθαι δημιουργόν; Ἀλλ' ἦν εὐλαβείας ἀπόδειξις κατ' ἐκεῖνο καιροῦ καὶ τιμῆς τοῖς ἁγίοις ὀφειλομένης τρόπος τὸ παραιτεῖσθαί τινας ἐγγίζειν αὐτοῖς. Ματθαίου κεκλημένου καὶ ἀκολουθήσαντος τῷ Χριστῷ, εἶτα κεκληκότος αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ· «Καὶ ἰδοὺ,» φησὶ, «πολλοὶ ἁμαρτωλοὶ καὶ τελῶναι ἐλθόντες συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ. Καὶ ἰδόντες οἱ Φαρισαῖοι ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· Διὰ τί μετὰ τῶν ἁμαρτωλῶν καὶ τελωνῶν ἐσθίει