Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.180
Not analysed yet
ὁ διδάσκαλος ὑμῶν;» Συνῆς οὖν ὅπως ὡς ἠμεληκότα τοῦ νόμου κατῃτιῶντο τὸν Χριστὸν, διά τοι τὸ θέλειν συνδιαιτᾶσθαι πονηροῖς. Ἐπαιτιᾶται δέ που καὶ Θεὸς τοὺς τῆς Ἰουδαίων Συναγωγῆς προσεγκεῖσθαι λαχόντας διὰ προφήτου λέγων· «Ἀνὰ μέσον ἁγίου καὶ βεβήλου οὐ διέστελλον.» Εὐλαβείας οὖν ἄρα τρόπος, ὡς ἔφην, καὶ νομικῶν ἐνταλμάτων παράδοσις τὸ μὴ συνεῖναι θέλειν τοῖς ἁγίοις τοὺς ἐν ὑπολήψει φαυλότητος, καὶ οὐκ ἐλεύθερον ἁμαρτιῶν ἔχοντας τὸ συνειδός. Τοιοῦτόν τι καὶ ὁ μακάριος προφήτης ὁρᾶται παθὼν, ταύτῃτοί φησιν· «Ὦ τάλας ἐγὼ, ὅτι κατανένυγμαι» Καὶ οὐ διὰ τοῦτο τάλας, ὅτι κατανένυκται· πῶς οὐκ εὔηθες τοῦτο οὕτω νοεῖν; ἀλλ' ὅτι κατανένυκται, φησὶν, ὑπὸ τοῦ συνειδότος, δῆλον δὲ ὅτι διὰ τοῦτο ἔφην· «Ὦ τάλας ἐγὼ, ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ· καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ ἴδον τοῖς ὀφθαλμοῖς μου.» Ἐπειδὴ γὰρ τὰ ἅγια Σεραφεὶμ καθαροῖς καὶ πανάγνοις στόμασιν ἐποιοῦντο τὰς δοξολογίας, δέδιεν αὐτὸς τὸ χρῆμα, θεοδίδακτος ὢν, καὶ οὐκ ἀγνοήσας ὅτι οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, καθὰ γέγραπται. Ἦν μὲν γὰρ ὁμολογουμένως ἀκάθαρτα χείλη τοῦ Ἰσραήλ· δεδυσφημήκασι γὰρ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν. Εἰ δὲ δὴ λέγοι καὶ ὁ προφήτης, ὅτι καὶ αὐτὸς ἔχοι τὰ χείλη τοιαῦτα, καίτοι τῆς τοῦ Ἰσραὴλ δυσσεβείας ἀμοιρήσας παντελῶς, φαμὲν ὅτι μετριάζει μὲν ὡς ἅγιος, εἰκὸς δὲ ὅτι καὶ ὡς ὑπάρχων ἐξ αἵματος Ἰσραὴλ, οὐκ ἔξω τίθησι τῆς αἰτίας ἑαυτόν. Ἀλλ' ὑποφέρει τῷ κοινῷ τοῦ λαοῦ πλημμελήματι, σώζων διὰ τούτου τοὺς ἡμαρτηκότας· ἤγουν τῆς ἀνθρώπου φύσεως ὁμολογεῖ τὴν νόσον. Ὁποῖόν ἐστι τὸ παρὰ τοῦ μακαρίου Δαβὶδ κατὰ τοῦ παντὸς ἀνθρώπου λεγόμενον· «Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης.» Νοσεῖ γὰρ τὸ ψεῦδος ἡ ἀνθρώπου διάνοια, κἂν εἰ ἀπαλλάττοιντό τινες τοῦ κακοῦ, νήψει τὸ χρῆμα κερδαίνοντες. Δέδιε τοίνυν ὁ προφήτης ὅτι μὴ ὑπάρχων οὕτω καθαρὸς, καθάπερ ἀμέλει τὰ ἅγια Σεραφεὶμ, τεθέαται μὲν τὸν Κύριον Σαβαὼθ, σεσίγηκε δὲ, καίτοι μᾶλλον ὀφείλων δοξολογεῖν, διὰ τὸ μὴ οὕτως ἔχειν καθαρὸν τὸ στόμα. Ὅτι δὲ χρὴ καθαροῖς στόμασιν ὑμνολογεῖν, σαφὲς ἂν γένοιτο περὶ τῆς γλώσσης λέγοντος ἑνὸς τῶν ἁγίων μαθητῶν· «Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Κύριον καὶ Πατέρα. Καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους, τοὺς καθ' ὁμοίωσιν Θεοῦ γεγονότας. Οὐ χρὴ, ἀδελφοί μου, ταῦτα οὕτω γίνεσθαι. Μήτι ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν; Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι; ἢ ἄμπελος σῦκα; Οὕτως οὐδὲ ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.» Καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν Σεραφεὶμ, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Ὁ θεσπέσιος γράφει Παῦλος περὶ τῶν ἁγίων