Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.192
Not analysed yet
πέσῃ ἐκ τῆς ἰδίας καλιᾶς, οὕτω καὶ ἄνθρωπος ὅταν ἀποσπασθῇ ἐκ τῶν ἰδίων τόπων.» Τί γὰρ ἂν γένοιτο τῶν ἐν αἰχμαλωσίᾳ τὸ οἰκτρότερον; Τί δὲ οὕτως ἐλεεινὸν καὶ πεπατημένον, ὡς ἀνθρώπους ὑπὸ χεῖρα πεσεῖν τῶν κεκρατηκότων; Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰμ τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥαασσὼν βασιλεὺς Συρίας, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν, καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Οἱ τὴν ἐν ταῖς θεοπνεύστοις Γραφαῖς ἱστορίαν ὡς ἕωλον παραιτούμενοι, φεύγουσι κατὰ τὸ εἰκὸς τὸ νοεῖν δύνασθαι, καθ' ὃν προσήκει τρόπον, τὰ ἐν αὐτοῖς γεγραμμένα. Θεωρία μὲν γὰρ πνευματικὴ καλή τε καὶ ὀνησιφόρος, καὶ τῆς διανοίας τὸν ὀφθαλμὸν εὖ μάλα καταλαμπρύνουσα νουνεχεστάτους ἀποτελεῖ. Ὅταν δέ τι τῶν ἱστορικῶς πεπραγμένων διὰ τῶν ἱερῶν ἡμῖν Γραμμάτων εἰσφέρηται, τότε δὴ τότε τὸ ἐκ τῆς ἱστορίας χρήσιμον θηρᾶσθαι πρέπει, ἵνα πανταχόθεν ἡμᾶς ἡ θεόπνευστος Γραφὴ σώζουσά τε καὶ ὠφελοῦσα φαίνηται. Ἀφηγεῖται τοίνυν ὁ προφητικὸς ἡμῖν ἐν τούτοις λόγος τὰ ἐν καιροῖς τῆς Ὀζίου βασιλείας συμβεβηκότα τοῖς ἐξ Ἰούδα καὶ Βενιαμεὶν, καὶ ταῖς ἐν τῇ Σαμαρείᾳ δέκα φυλαῖς, αἲ καὶ Ἐφραῒμ ὠνομάζοντο, καὶ μέν τοι καὶ Ἰσραήλ. Ἐπειδὴ δὲ ἐν καιροῖς τεσσάρων βασιλέων ὁ σύμπας τῆς προφητείας γέγονε λόγος, τὰ ἐν τοῖς ἑκάστου καιροῖς συμβαίνοντα τίθησιν ὁ προφήτης, καὶ ἀναγκαίως ἐπισημαίνεται, τάξιν ταῖς ὁράσεσιν, ἤτοι τοῖς ἑαυτοῦ λόγοις τὴν ἀρίστην ἐπιτιθείς. Τεθνεῶτος τοιγαροῦν Ἀζαρίου καὶ τοῦ Ὀζίου, διαδέχεται τὴν βασιλείαν Ἰωαθὰν, ἠκολούθησέ τε τῷ σκοπῷ, καὶ τοῖς ἐπιτηδεύμασι τοῦ ἰδίου πατρός. Λέγεται μὲν γὰρ καὶ αὐτὸς ἐν ὀφθαλμοῖς Κυρίου ποιῆσαι τὸ εὐθὲς, καθὰ καὶ Ὀζίας, πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἀλλ' ἔτι ὁ λαὸς ἐθυμίων ἐν τοῖς ὑψηλοῖς. Καὶ ἐζήτησε μὲν Ὀζίας παρὰ τὸ ἐξὸν ἱερατεῦσαι Θεῷ, καὶ προσενεγκεῖν θυμιάματα, καὶ λελέπρωται ταύτης ἕνεκα τῆς αἰτίας. Ἰωαθάν γε μὴν οὐχ οὕτως. Ἐπειδὴ δὲ καὶ αὐτὸς ἀπεβίω, διαδέχεται τὴν βασιλείαν ὁ Ἄχαζ, βασιλεύοντος ἐπὶ τὸν Ἰσραὴλ, τοῦτ' ἔστι, τῶν δώδεκα φυλῶν, Φακεὲ υἱοῦ Ῥομελίου. Οὗτος κεκίνηκε πόλεμον κατὰ τοῦ Ἄχαζ καὶ τοῦ Ἰούδα, καὶ ἀπέκτεινε μὲν ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν καὶ εἴκοσι χιλιάδας. Παρωτρύνετο γὰρ ὁ τῶν ὅλων Θεὸς ἐν ταῖς τοῦ Ἄχαζ δυσσεβείαις, περὶ οὗ καὶ γέγραπται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν, ὅτι ἐπορεύθη ἐν ὁδῷ βασιλέως Ἰσραήλ. Γέγονε γὰρ ἀνὴρ δυσσεβὴς, καὶ λελάτρευκεν εἰδώλοις, καὶ τὰ τέκνα αὐτοῦ διήγαγε διὰ πυρὸς καταθυμιῶν τοῖς ἀκαθάρτοις δαίμοσιν. Ἐν καιροῖς τοιγαροῦν τῆς ἑαυτοῦ βασιλείας συνεφράξαντο κατά τε τῶν Ἱεροσολύμων καὶ Ἰούδα, αὐτός τε Φακεὲ ὁ τοῦ Ῥομελίου, καὶ Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, τοῦτ' ἔστι Συρίας. Καὶ ἦλθον ὡς καταδῃώσοντες, πλὴν οὐχ εἷλον τὴν πόλιν. Δεδιὼς δὲ τὴν ἔφοδον ἀφόρητον οὖσαν ὁ Ἄχαζ, ἄθροισιν μὲν ποιεῖται χρημάτων πολλὴν, πρεσβεύεται δὲ πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων Θεγλαφολλασὰρ, ἐπαμύνεσθαί τε αὐτῷ παρακαλεῖ, καὶ καταστρατεύσασθαι τοῦ Ῥαασσὼν, ὃ δὴ καὶ εἰς πέρας ἐνήνεκται. Ἐλθὼν δὲ Ἀσσύριος εἶλε τὴν Δαμασκὸν, ἀπέκτεινε δὲ καὶ τὸν Ῥαασσών.