Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.193.1
Not analysed yet
Τελευτήσαντος δὲ καὶ τοῦ Φακεὲ τοῦ Ῥομελίου τοῦ βασιλεύσαντος κατὰ τὴν Σαμαρείαν ἐπὶ τὸν Ἰσραὴλ, διαδέχεται τὸ σκῆπτρον Ὠσηὲ υἱὸς Ἤλα, οὗ βασιλεύσαντος, ἔρχεται κατὰ τὴν Σαμαρείαν Σαλμανασὰρ ὁ Ἀσσύριος, καὶ εἷλε μὲν πᾶσαν, ἀπεκόμισε δὲ τὸν Ἰσραὴλ αἰχμάλωτον, καὶ ἀπῴκησεν ἐν τοῖς ὄρεσι Περσῶν καὶ Μήδων· εἶτα τινὰς τῶν ὑφ' ἑαυτῷ κατοικεῖν ἐκέλευσε τὴν Σαμαρείαν, τόν τε ἐκ Χουνθὰ, καὶ τὸν Σαπφαρουΐαν. Γέγραπται γὰρ οὕτως ἐν ταῖς Βασιλείαις, καὶ μακρὸς μὲν ὁ ἐφ' ἑκάστῳ τῶν εἰρημένων λόγος παρά γε τῇ θεοπνεύστῳ Γραφῇ, πλὴν πεποίημαι τὴν ἀφήγησιν βραχυλογήσας ὡς ἔνι. Ἐροῦμεν δὲ καὶ ἀνὰ μέρος ἕκαστα, ταῖς τῶν προκειμένων ἐννοίαις ἑπόμενοι. Ἐν ταῖς ἡμέραις τοίνυν, φησὶν, Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ υἱοῦ Ὀζίου βασιλέως Ἰούδα, συμπεφωνήκασιν ὅ τε Ῥαασσὼν βασιλεὺς Ἀρὰμ, τοῦτ' ἔστι, Συρίας, καὶ Φακεὲ υἱὸς Ῥομελίου βασιλεὺς Ἰσραὴλ, κατὰ τῶν Ἱεροσολύμων, ἀφίκοντο δὲ καταδῃώσοντες, πλὴν οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Εἴρηται δὲ ταῦτα τέως ἐν προγραφῆς δυνάμει, καὶ ὡς ἐν ἀφηγήσει τοῦ συμβεβηκότος. Δηλοῖ γὰρ τὴν σκέψιν καὶ αὐτὸ δὲ τὸ ἐγχείρημα, προσεπάγει δὲ παραχρῆμα, καὶ τὸ τοῦ πράγματος πέρας· Οὐ γὰρ ἠδυνήθησαν, φησὶ, πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαβὶδ λέγοντες, Συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραῒμ, καὶ ἐξέστη ἡ ψυχὴ αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Ὁρισάμενος, ὡς ἔφην, τῶν διηγημάτων τὴν πρόφασιν, καὶ ὡς ἐν βραχεῖ κεφαλαίῳ συλλήβδην εἰπὼν τὸ ἐγχείρημα τῶν δύο βασιλέων, καὶ ὅτι πρὸς πέρας αὐτοῖς οὐκ ἐκβέβηκεν ὁ σκοπὸς, ἄρχεται λοιπὸν ἀνὰ μέρος ἕκαστα κατισχνοῦν τῷ λόγῳ. Ἀνηγγέλη γὰρ, φησὶν, εἰς τὸν οἶκον Δαβὶδ, τοῦτ' ἔστι, τὸν βασιλεύοντα, καὶ ἀπήγγελλον ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Ἀρὰμ δέ φησι τὸν Σύρον, καὶ Ἐφραῒμ ὁμοίως τὰς ἐν Σαμαρείᾳ δέκα φυλάς. Ἐπειδὴ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐπύθετο καὶ πεπίστευκεν ὁ οἶκος Δαβὶδ, τοῦτ' ἔστιν, ὁ Ἄχαζ. Ἐξέστη ἡ ψυχὴ αὐτοῦ καὶ ἡ ψυχὴ τοῦ λαοῦ αὐτοῦ, ὃν τρόπον ὅταν ἐν δρυμῷ ξύλον ὑπὸ πνεύματος σαλευθῇ. Τὸ δὲ, ἐξέστη, τίθησι κοινῶς, ἀντὶ τοῦ, κατεπλάγη, καὶ μικρὸν καὶ αὐτῆς ἐκπέπτωκε φρενός. Τὰ γάρ τοι δεινὰ τῶν δειμάτων, ἰκανά πώς ἐστι εἰς τὸ κατασεῖσαι δύνασθαι τὸν νοῦν, καὶ καταδονῆσαι τὴν ψυχὴν, καί τι τοιοῦτον ὑπομεῖναι δοκεῖν, ὁποῖον ἂν πάθοι καὶ τὸ ἐν δρυμοῖς ξύλον, πνευμάτων ἀγρίων προσβολαῖς τῇδέ τε κἀκεῖσε διαῤῥιπτούμενον. Γέγονε δὲ μάλιστα τῆς δειλίας ἡ πρόφασις, ἤτοι τῆς ἐκστάσεως αὐτῷ τὸ συμβεβηκός. Ἤδη γὰρ ἔφην ὅτι βασιλεύοντος αὐτοῦ, πεπολεμήκει πρὸς τὸν Ἰούδαν ὁ Φακεὲ, καὶ ἀνεῖλεν ἐκ τοῦ λαοῦ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας. Ὅτε τοίνυν καὶ μόνος ὁ Φακεὲ τοσοῦτος γέγονεν, ὡς κατισχῦσαι ῥᾳδίως τῶν ἐν τοῖς Ἱεροσολύμοις· πῶς οὐκ ἔδει τὸν ἐν τοῖς ἐσχάτοις ἐνδείξασθαι φόβον, αὐτόν τε τὸν Ἄχαζ, καὶ τὸν ἐπ' αὐτῷ λαὸν, συμπεφωνηκότος τοῦ Σύρου, καὶ συνεξοπλίζοντος τῷ Ἐφραῒμ μετὰ τῶν Ἱεροσολύμων; Καὶ εἶπε Κύριος πρὸς Ἡσαΐαν, Ἔξελθε εἰς συνάντησιν Ἄχαζ, σὺ καὶ ὁ καταλειφθεὶς Ἰασοῦν ὁ υἱός σου, πρὸς τὴν κολυμβήθραν τῆς