Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.21
Not analysed yet
εξανίστασθαί τε καὶ λέγειν· Οὐαὶ ἔθνος ἁμαρτωλὸν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρὸν, υἱοὶ ἄνομοι. Ἕπεται γοῦν πάντως τοῖς ἀθετεῖν με θέλουσιν, τὸν ἁπάντων ἡμῖν ἀγαθῶν δωτῆρα Θεὸν, τὸ ἀναπόνιπτον ἔχειν τὴν ἁμαρτίαν, καὶ πεφορτῖσθαι δεινοῖς ἀφύκτοις ἐγκλήμασιν. Νοσεῖ γάρ πως ἀεὶ ἡ ἀθέτησις τὴν ἀπόστασιν, τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐκ τόπων μεταβολήν. Ταύτῃ τοι καὶ ἐπήγαγεν εὐθὺς τὸ, ἐγκατελείπετε τὸν Κύριον. Σπέρμα δὲ ὀνομάζει πονηρὸν, οὐχ ὡς ὄντας, ἢ πεποιημένους κατὰ φύσιν τοιούτους, ἀλλ' ὅτι γεγόνασιν ἐκ πονηρῶν πατέρων υἱοὶ πονηροὶ, κατά γε τὴν Ἰωάννου φωνήν· ἔφη γὰρ καὶ αὐτοῖς τοῖς γραμματεῦσι καὶ Φαρισαίοις ἐρχομένοις ἐπὶ τὸ τῆς μετανοίας βάπτισμα, «γεννήματα ἐχιδνῶν.» Ἅγιοι μὲν γὰρ ὁμολογουμένως οἱ πρῶτοί τε καὶ ἐξ ἀρχῆς πατέρες, βδελυροὶ δὲ λίαν οἱ μετ' ἐκείνους. Ἐντεθραμμένοις δὴ οὖν τοῖς τῶν πατέρων ἔθεσι, καὶ προγονικὴν ζηλοῦντας ἀνοσιότητα, σπέρμα πονηρὸν ὠνόμασεν εἰκότως. Ἐγκαταλελοίπασι γὰρ τὸν Κύριον, καὶ παροτρύνοντες οὐκ ἐπαύσαντο τὸν ἄγιον τοῦ Ἰσραὴλ, τουτέστι Χριστόν. Οὐ γὰρ συνῆκαν τὸ ἐπ' αὐτῷ μυστήριον. Τοιγάρτοι καὶ μεμενήκασιν ἐν πληρώματι τῶν ἰδίων ἁμαρτιῶν. Καὶ τοῦτο αὐτοῖς ἔφασκεν ὁ Χριστός· «Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ πιστεύσητε, ὅτι ἐγὼ εἰμὶ, ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἀποθανεῖσθε.» Πλήρης τοίνυν ἁμαρτιῶν ὁ Ἰσραὴλ, καὶ εἰς τοῦτο λοιπὸν ἀφιγμένος φαυλότητος, ὡς πρέπειν αὐτῷ τὸ κολάζεσθαι δεῖν. Πεπληρώκασι γὰρ καὶ αὐτοὶ τὸ μέτρον τῶν ἰδίων πατέρων, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν. Μέχρι μὲν γάρ τινος καιροῦ καὶ μέτρου φορητὴν ποιεῖται ὁ Θεὸς τῶν πλημμελούντων τὴν καταφρόνησιν· ἀφιγμένης δὲ ἤδη πρὸς πλήρωσιν τὴν ἐγνωσμένην αὐτῷ τῆς ἁμαρτίας, ἐπιφέρει τὰς δίκας, καὶ ἀναλόγως τοῖς πλημμελήμασι κολάζει τὸν ἀπειθῆ. Καὶ γοῦν ὁ προφήτης Ζαχαρίας μέτρον τεθεαμένος, ἤρετο μὲν τὸν μακάριον ἄγγελον, ὅ τι δὴ τοῦτό ἐστι τὸ μέτρον τὸ ἐκπορευόμενον. Ὁ δὲ πρὸς αὐτὸν, Αὕτη ἡ ἀδικία αὐτῶν ἐν πάσῃ τῇ γῇ. Μεμένηκε τοίνυν ἀναπότριπτον ἔχων τὴν ἁμαρτίαν ὁ Ἰσραὴλ, καὶ τὴν διὰ Χριστοῦ κάθαρσιν οὐκ ἠθέλησε λαβεῖν, ἀλλὰ γὰρ πρὸς τούτῳ καταλελοιπὼς αὐτὸν, διὰ τοῦ μήτε τὴν εἰς αὐτὸν προσήκασθαι πίστιν, εἰπεῖν τε πρὸς τούτῳ τὸ, Αἶρε, αἶρε, σταύρου αὐτὸν, καὶ, Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην· Ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐπ' αὐτοῖς ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα; οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ὡς ἐφ' ἑνὸς σώματος τῶν Ἰουδαϊκῶν συστημάτων, μικρῶν τέ φημι καὶ μεγάλων, καὶ τῶν ἐν μεσότητι νοουμένων ποιεῖται τοὺς λόγους. Ἔοικε δὲ κεφαλὴν μὲν ὀνομάζειν, τὸν τοῖς βασιλείας αὐχήμασιν εὐπρεπῆ. Καρδίαν δὲ, τὴν ἱερὰν καὶ ἀπόλεκτον φυλὴν, τουτέστι τὴν Λευϊτικὴν, ὡς τῷ νόμῳ σεσοφισμένην, καὶ τοῦ παντὸς σώματος ἔχουσαν τὴν φροντίδα. «Χείλη γὰρ ἱερέως,» φησὶν, «φυλάξεται