Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.205.1
Not analysed yet
ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, τότε καὶ γέγονε καὶ μεθ' ἡμῶν. Ὁ γὰρ ὑπὲρ πᾶσαν τὴν κτίσιν, γέγονε καθ' ἡμᾶς. Ἄθρει δὲ ὅπως, ἵνα δείξῃ τὸν αὐτὸν ἀληθῶς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον, τίθησιν ἐπ' αὐτοῦ τὰ θεῖά τε καὶ ἀνθρώπινα. Ὅτι μὲν γὰρ ἐν σαρκὶ γέγονε κατ' ἀλήθειαν, πειρᾶται πληροφορεῖν, τροφὴν αὐτῷ γεγενῆσθαι λέγων τὴν νηπίοις πρέπουσαν, βούτυρόν τε καὶ μέλι. Ὅτι δὲ, καίτοι σὰρξ γεγονὼς, οὐδὲν ἧττον ἔσται κρείττων ἁμαρτίας ὡς Θεὸς, διδάσκει πάλιν ἐπιφέρων εὐθύς· Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. Ἄνθρωποι μὲν γὰρ οὔπω πρὸς ἥβην ἐλάσαντες, οὔτε μὴν εἰς μέτρον ἡλικίας ἀφιγμένοι, τῆς ὡς ἀπό τε χρόνου φρονήσει τετιμημένης, οὐδ' ἂν εἶεν ὅλως ἐπιτήδειοι διακρίνειν δύνασθαι, τί μὲν ἂν εἴη τὸ φαῦλον, τί δὲ τὸ ἀγαθόν· καλοῦντος δὲ ἤδη πρὸς τοῦτο καιροῦ, τότε τῶν πρακτέων ἐλευθέραν ποιοῦνται τὴν αἵρεσιν. Ἡ δέ γε θεία καὶ ἀνωτάτω φύσις, οὐκ ἔν γε τοῖς καθ' ἡμᾶς, ἀλλ' ἐν ἰδίοις καὶ τοῖς αὐτῇ πρέπουσιν ὑψώμασιν, ἄβατος ἀεὶ πονηρίας ἐστίν· καὶ τοὺς τῆς φαυλότητος ἀποσείεται τρόπους, οὐ πειραζομένη ποθὲν, οὐκ ὄχλησιν ὑπομένουσα, φυσικῶς δὲ μᾶλλον καὶ οὐσιωδῶς ἀπειθοῦσα τῇ πονηρίᾳ. Καὶ οὐ καθ' ἕτερον, οἶμαι, τρόπον, ἢ ὥσπερ ἂν εἴ τις λέγοι περὶ τοῦ φωτὸς, ὅτι ἀπειθεῖ που εἶναι σκότος. Οὐ γὰρ ἀνέχεται παθεῖν τὸ μὴ εἶναι φῶς. Φύσεως οὖν ἄρα τῆς θείας τὸ ἀεὶ πεπηγὸς εἰς τὸ ἀγαθὸν κατασημαίνει λέγων, ὅτι «Ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν.» Ἀληθὲς δὲ τοῦτο καὶ ἐπ' αὐτοῦ τοῦ Χριστοῦ. Εἰ γὰρ καὶ γεγένηται κατὰ σάρκα διὰ τῆς ἁγίας Παρθένου, Θεὸς ὢν φύσει καὶ ἐκ Θεοῦ πεφηνὼς ὁ Λόγος, ἀλλ' ἦν ἐκ μήτρας καὶ πρὸ αὐτῆς, μᾶλλον δὲ καὶ πρὸ παντὸς αἰῶνος ἅγιος ὡς Θεὸς, τῶν ἰδίων πλεονεκτημάτων οὐκ ἀπολισθήσας διὰ τὸ ἀνθρώπινον· ἀλλ' οὐδὲ τῶν ἀνθρωπίνων ἀμελήσας διὰ τὴν οἰκονομίαν· ἵνα πιστεύσηται κατ' ἀλήθειαν γεγονὼς καθ' ἡμᾶς, καὶ αὐτὴν ἡμῶν ἁγιάσῃ τὴν γένεσιν. Καταλειφθῆναι δέ φησι τὴν γῆν, περὶ ἧς ὑφορᾶται καὶ ἐδεδίει ἐκ προσώπου τῶν δύο βασιλέων. Ὅμοιον δὲ ὡσεὶ καὶ λέγοι σαφῶς· Ὅταν ἡ Παρθένος ἐν γαστρὶ λαβοῦσα τέκοι, σὺ, ὦ οἶκος Δαβὶδ, καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· τότε πάντες οἱ παρενοχλοῦντες τῇ ἁγίᾳ γῇ καταλείψουσιν αὐτήν. Ἔσται γὰρ οὐκέτι βατὴ τοῖς ἐθέλουσι καταδῃοῦν. Πνευματικὸς δὲ ὁ λόγος. Γεννηθέντος γὰρ τοῦ Ἐμμανουὴλ, ἡ ἀληθῶς ἁγία γῆ καὶ πόλις, τοῦτ' ἔστιν ἡ Ἐκκλησία, γέγονεν ἐν καλῷ τῆς ἐλπίδος, καὶ πάντα πεπάτηκεν ἐχθρὸν, οἳ καὶ ἄμαχον εἰδότες αὐτὴν ἀνακεχωρήκασι, καταλελοιπότες ὡς παρὰ Θεοῦ σωζομένην. Ἐγὼ γὰρ ἔσομαι αὐτῇ, λέγει Κύριος, τεῖχος πυρὸς κυκλόθεν, καὶ εἰς δόξαν ἔσομαι ἐν μέσῳ αὐτῆς. ΛΟΓΟΣ Εʹ. Ἀλλ' ἐπάξει Κύριος ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὐδέπω ἥκασιν, ἀφ' ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα τὸν βασιλέα τῶν Ἀσσυρίων. Τεθορυβημένῳ λίαν τῷ Ἄχαζ ἐπὶ τῇ συμφωνίᾳ τῶν δύο βασιλέων, τοῦ τε Ῥαασσὼν καὶ τοῦ Φακεὲ,