Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.208.1
Not analysed yet
κατεπηγγέλλετο μὲν τὴν ἐπικουρίαν ὁ τῶν ὅλων Θεός· ἐπειδὴ δὲ προσεμπεδοῦν ἤθελεν εἰς πίστιν αὐτὸν, αἰτεῖν ἐκέλευσε σημεῖον, «εἰς βάθος ἢ εἰς ὕψος.» Παραιτουμένου δὲ τοῦ Ἄχαζ, καὶ δυστροπώτατα λέγοντος, Οὐ μὴ αἰτήσω, οὐδ' οὐ μὴ πειράσω Κύριον (ἐζήτει γὰρ μᾶλλον τοὺς ἐκ τῶν ψευδομάντεων φενακισμοὺς), ηὐτομόλησε τρόπον τινὰ Θεὸς, καὶ τῷ οἴκῳ Δαβὶδ ἐδίδου σημεῖον αὐτός. Ἔφασκε γάρ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Ἐπειδὴ δὲ ὁ περὶ τούτων εὖ μάλα διεπεραίνετο λόγος, μεθίστησι πάλιν τῶν ἐσομένων τὴν προαγόρευσιν, ἐπ' αὐτὸ τοῦ Ἄχαζ τὸ πρόσωπον. Ἔδει γὰρ, ἔδει σωτηρίας μὲν τῆς διὰ Χριστοῦ γενέσθαι τὴν προανάῤῥησιν πρὸς τοὺς ἐκ τοῦ οἴκου Δαβὶδ, τοῦτ' ἔστι, τοὺς ἐκ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς καὶ αὐτὸς ἀνατέταλκε τὸ κατὰ σάρκα Χριστός· τῶν γεμὴν συμβησομένων κατὰ καιροὺς δεινῶν τε καὶ ἀπευκτῶν τοῖς ἀπειθεῖν ᾑρημένοις ποιεῖται τὴν προανάῤῥησιν, ἵν' εἰδεῖεν ὅτι πικρὸν ἀληθῶς, καὶ οὐκ ἀζήμιον τοῖς τὴν θείαν ἀτιμάζουσι δόξαν τὸ παρέχειν ἀγῶνα Κυρίῳ, καὶ προσκυνεῖν ἑλέσθαι παρ' αὐτὸν ἑτέροις τοῖς οὐκ οὖσι θεοῖς. Ὅτι τοίνυν ἔμελλον κατὰ καιροὺς, αὐτά τε τὰ Ἱεροσόλυμα, καὶ ἅπασα δὲ τῶν Ἰουδαίων ἡ χώρα ταῖς ἐσχάταις περιπεσεῖσθαι ταλαιπωρίαις, καὶ ὑπὸ χεῖρα γενέσθαι τῶν ἐχθρῶν, προκαταμηνύει λεπτῶς. Ἀσαφεστέραν δὲ οὖσαν τὴν τῶν λέξεων συνθήκην, ὡς ἂν οἷός τε, καὶ πρό γε τῶν ἄλλων διατρανοῦν πειράσομαι. «Ἐπάξει, φησὶν, ὁ Θεὸς ἐπὶ σὲ, καὶ ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου, ἡμέρας, αἳ οὔπω ἥκασιν, ἀφ' ἧς ἡμέρας ἀφεῖλεν Ἐφραῒμ ἀπὸ Ἰούδα.» Ἔστι δὲ τῶν στίχων τοιοῦτος ὁ νοῦς· Ἐν καιροῖς τῆς βασιλείας Ῥοβοὰμ υἱοῦ Σολομῶνος ἀφεῖλε, τοῦτ' ἔστιν, ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραῒμ, τοῦτ' ἔστι, πάλιν αἱ δέκα φυλαὶ, ἀπὸ τῆς Ἰούδα φυλῆς. Ἐχωρίσθησαν γὰρ καὶ αἱ μὲν δέκα φυλαὶ ἀπὸ τῆς Ἰούδα φυλῆς, κατῳκήκασι τὴν Σαμάρειαν, ἡ δέ γε φυλὴ Ἰούδα καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ μεμενήκασιν ἐν τοῖς Ἱεροσολύμοις. Ἀλλὰ προϊόντος τοῦ καιροῦ πολλὰ συμβέβηκε τῶν ἀπευκτῶν αὐτοῖς. Πεπόρθηται γὰρ ἡ Σαμάρεια, κατέδραμον δὲ καὶ τὴν Ἰουδαίαν τὰ περίοικα τῶν ἐθνῶν, Ἰδουμαῖοι, Μωαβίται, καὶ οἱ ἐκ τῆς Φιλιστιείμ. Πεπόνθασι τοίνυν πολλὰ δεινὰ, καὶ ἡμερῶν πεπείρανται σκληρῶν, οὗτοί τε κἀκεῖνοι. Ἡμέρας τοίνυν, φησὶν, ἐπάξει Θεὸς, ὧν ἴσαι οὔπω γεγόνασιν, ἤτοι ἀφίκοντο καθ' ὑμῶν ἐξ ἐκείνου τοῦ καιροῦ, ἀφ' οὗ ἀφεῖλεν, ἤτοι ἀπέσπασεν ἑαυτὸν ὁ Ἐφραῒμ ἀπὸ τοῦ Ἰούδα. Ποῖος δὲ ἡμῖν οὗτος ὁ καιρὸς, ἢ τίνες αἱ ἡμέραι; Ὁ βασιλεὺς, φησὶν, Ἀσσυρίων, τοῦτ' ἔστιν, ὁ Ναβουχοδονόσορ, ὃς πεπόρθηκε τὰ Ἱεροσόλυμα, καὶ κατὰ κράτος εἷλε πᾶσαν τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ τὸν θεῖον ναὸν, καὶ οὐδὲν τὸ παράπαν τῶν εἰς ὠμότητα θηριοπρεπῆ παραλέλοιπεν, ὃ μὴ κατὰ παντὸς δεδρακὼς εὑρίσκηται τοῦ ἔθνους. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων· καὶ ἐλεύσονται πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ εἰς πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ.