Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.209
Not analysed yet
Κατευρύνει τὸ διήγημα, καὶ δίεισι λεπτῶς τοῦ πολέμου τὴν ἔφοδον, καὶ ὅτι πᾶσαν αὐτῶν κατανεμηθήσονται γῆν, κώμας τε καὶ πόλεις, οἱ κατ' αὐτῶν ἥξοντες κατὰ καιρούς. Χρῆναι δὲ οἶμαι τὰ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν γεγραμμένα πάλιν εἰπεῖν, πρὸς τὴν τῶν ἐσομένων ἀκριβῆ διασάφησιν. Γέγονε τοίνυν υἱὸς μὲν τοῦ Ἄχας, πρὸς ὃν νῦν ὁ λόγος, Ἐζεχίας, Ἐζεχίου δὲ Μανασῆς· Μανασῆ δὲ Ἀμώς. Τούτου δὲ παῖς Ἰωσίας ἀνὴρ εὐσεβὴς, πλὴν ἀπεβίω τοιῷδέ τινι τρόπῳ. Φαραὼ Νεχαὼ βασιλεὺς Αἰγύπτου τὴν ἐνεγκοῦσαν ἀφεὶς ἐξέθει πανστρατιᾷ καὶ κατὰ τῆς Ἀσσυρίων ἠπείγετο γῆς. Δεδιώς τε τοίνυν ὁ Ἰωσίας, μὴ ἄρα πως καὶ κατὰ τῆς Ἰουδαίας ἐλθὼν, ὑπὸ χεῖρά τε τὴν ἑαυτοῦ λάβοι, καὶ κατάρξειεν αὐτῆς, ἀντεξάγειν ἤθελε, καίτοι τοῦ Φαραὼ τὴν πρὸς αὐτὸν παραιτουμένου μάχην· ἐνιστάμενος δὲ τετελεύτηκεν ἐν τῷ πολέμῳ, καὶ κατεκράτησε τῆς Ἰουδαίων γῆς ὁ Αἰγύπτιος, εἰς τοῦτο δὲ διήλασεν ἰσχύος, ὥστε καὶ βασιλεύσαντα τὸν Ἰωαχὰς τὸν Ἰωσίου παῖδα μεταστῆσαι τῆς βασιλείας, καὶ δεδεμένον εἰσενεγκεῖν εἰς τὴν ἑαυτοῦ χώραν, καὶ χειροτονῆσαι βασιλέα τὸν Ἐλιακεὶμ, καὶ δασμοὺς ἐπιθεῖναι τῷ ἔθνει, καὶ χρημάτων ἄθροισιν αἰτῆσαι πολλήν. Εἶτα βασιλεύσαντος τῆς Ἰουδαίας Ἐλιακεὶμ ἐπ' ἔτεσιν ὅλοις ἕνδεκα τὸν ἀριθμὸν, διαδέχεται τοὺς θάκους Ἰεχονίας υἱὸς αὐτοῦ· εἶτα μετὰ τοῦτον Σεδεκίας, οὗ τὴν βασιλείαν διέποντος, κατεστράτευσε τῆς Ἰουδαίας ὁ Ναβουχοδονόσορ, ὃς καὶ πάσας κατεμπρήσας, καὶ προσθεὶς ταῖς ἄλλαις πόλεσιν καὶ αὐτὴν τὴν Ἱερουσαλὴμ, εἷλεν αἰχμάλωτον τὸν Ἰσραὴλ, ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς, κἀκεῖνα πέπραχεν, ὅσα καὶ ἐν τοῖς ἱεροῖς κεῖται Γράμμασι. Τούτων ἡμῖν τῶν ἱστοριῶν ποιεῖται τὴν ἀφήγησιν τῶν προκειμένων ἡ δύναμις. «Ἔσται τοίνυν, φησὶν, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ (τοῦτ' ἔστι, κατ' ἐκεῖνο τοῦ καιροῦ), συριεῖ Κύριος μυίαις, ὃ κυριεύει μέρους ποταμῶν Αἰγύπτου, καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ τῶν Ἀσσυρίων.» Πεποίηται τοίνυν ὁ λόγος ὡς ἐκ μεταφορᾶς τῆς τῶν μελισσοκόμων ἐμπειρίας, οἳ συρίσμασι τὰς μυίας ἀποφέρουσί τε τῶν σίμβλων εἰς ἀγροὺς καὶ πάλιν ἀνακομίζουσι, καθάπερ τισὶ σηκοῖς ἐγκαθειργνύντες θρέμματα. Μυίαις δὲ παρεικάζει τοὺς Αἰγυπτίους, καθάπερ ἐγᾦμαι, διάτοι τὸ πλῆθος καὶ τὸ μὴ λίαν εὔηχες τῆς φωνῆς. Μελίσση δὲ, τὸ τῶν Ἀσσυρίων ἔθνος· ποικίλη γὰρ, εὔχρως τε καὶ κατεστιγμένη πολυτρόπως ἡ μέλιττα. Τοιοῦτοι δέ πως, ὅσον ἧκεν εἰς ἄμφιά τε καὶ στολὴν, Ἀσσύριοί τε καὶ Πέρσαι· φιλόκοσμοι γὰρ, καὶ τὸ ποικίλως ἐστάλθαι τιμῶντες ἀεὶ, καὶ πρός γε τοῦτο κεκεντρωμένοι. Οὗτοι, φησὶν, ἥξουσι πάντες, καὶ ἀναπαύσονται ἐν ταῖς φάραγξι τῆς χώρας, καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν, καὶ εἰς τὰ σπήλαια, καὶ ἐπὶ πᾶσαν ῥαγάδα, καὶ ἐν παντὶ ξύλῳ. Ἐπειδὴ γὰρ ὡς περὶ μυιῶν πεποίηται τοὺς λόγους, ἐπιμένει τῇ τροπῇ. Δηλοῖ γεμὴν ὅτι πᾶσαν αὐτῶν ἐρευνήσουσι τὴν χώραν, ὡς μηδένα δύνασθαι τῶν κεκρυμμένων λαθεῖν· κἂν εἴτε τυχὸν ἐν πέτραις. ἤτουν ἐν φάραγξι, ἢ καὶ ἐν δρυμοῖς καὶ νάπαις ἑαυτοὺς κατακρύψειαν. Καὶ καθ' ἕτερον δὲ τρόπον ἐν τοῖς παροτρύνουσι τὸν τῶν ὅλων Θεὸν, καὶ προσκρούειν αὐτῷ μὴ παραιτου-