Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.212
Not analysed yet
μένοις, σφηκῶν δίκην ἐναυλίζονται, καὶ καταλύουσιν αἱ πονηραί τε καὶ ἀντικείμεναι δυνάμεις, καὶ τὰ ἔκτοπα τῶν ἐν ἡμῖν παθῶν ἀποσοβοῦντος οὐδενὸς, ἤγουν ἐπαμύνοντος καὶ σώζειν ἰσχύοντος. Θεοῦ γὰρ κακοῦν ἐθέλοντος, τίς ἡμᾶς ὁ ὠφελῆσαι δυνάμενος; Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμεθυσμένῳ, ὅ ἐστι πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ. Συνθεῖναι πρῶτον τὴν λέξιν καὶ ἐν τούτοις ἡμᾶς ἀναγκαῖον· εἶθ' οὕτω λοιπὸν τὸ ἐκ τῶν ἐννοιῶν ὑποδηλούμενον εἰπεῖν. Οὐκοῦν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ, τοῦτ' ἔστι, κατ' ἐκεῖνο τοῦ καιροῦ, τῷ μεγάλῳ ξυρῷ καὶ μεμεθυσμένῳ, ὅ ἐστι τοῦ βασιλέως Ἀσσυρίων, τοῦ ὄντος πέραν τοῦ ποταμοῦ, δῆλον δὲ ὅτι τοῦ Εὐφράτου, ξυρήσει Κύριος τὴν κεφαλὴν, καὶ τὰς τρίχας τῶν ποδῶν, καὶ τὸν πώγωνα ἀφελεῖ. Ξυρὸν δὲ μέγα καὶ μεμεθυσμένον τοῦ βασιλέως Ἀσσυρίων, τοῦ ὄντος πέραν τοῦ ποταμοῦ, καλεῖ τὴν μάχαιραν αὐτοῦ, τὴν οἷον ἀφειδῶς ἀποκείρουσαν, καὶ χαίρουσαν τῷ μεθύειν τῷ τῶν πιπτόντων αἵματι. Καὶ ὁ μὲν νοῦς τῶν λέξεων οὗτος. Φαμὲν δὲ ὅτι ἀτιμίας ἦν ἐσχάτης τρόπος, τὸ καθ' ἕνα καιρὸν ὁρᾶσθαί τινας κεφαλήν τε καὶ πώγωνα κατεξυρημένους. Καὶ γοῦν ὁ τῶν ὅλων Θεὸς ἐπηπείλησέ που ταῖς θυγατράσι Σιὼν, ὑψουμέναις τε καὶ πορευομέναις ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν, τῆς εὐημερίας τὴν ἀφαίρεσιν. Ἔφη γὰρ, ὅτι Καὶ ἔσται, καὶ ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσοῦ, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου. Ἔδρων δὲ τοῦτό τινες, καὶ ἐπὶ νεκροῖς ἑαυτοὺς ἀτιμάζοντες· ὅθεν καὶ ὁ νόμος ὁ διὰ Μωσέως, τοῖς τὴν θείαν λαχοῦσιν ἱερουργίαν παρεγγυᾷ, τὸ μὴ ἐν ἴσῳ τοῖς ἄλλοις ἐπὶ νεκρῷ κατεξυρῆσθαι, μήτε μὴν καταφθείρειν τὴν ὄψιν τοῦ πώγωνος. Γέγραπται γὰρ ὡδί. Πεπορθημένων δὲ τῶν Ἱεροσολύμων ἐπὶ τοῦ Ναβουχοδονόσορ, ἀνέβησαν ἄνδρες ἀπὸ Συχὲμ, καὶ ἀπὸ Σαλὴμ, καὶ Σαμαρείας, καθά φησιν Ἱερεμίας· Ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι πώγωνας, καὶ διεῤῥωγότες τὰ ἱμάτια, καὶ κοπτόμενοι, καὶ μάννα καὶ λίβανον ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ εἰσενεγκεῖν εἰς τὸν οἶκον Κυρίου. Οὐκοῦν πένθους τε ἅμα, καὶ ἀτιμίας ἦν τρόπος τὸ ἀποκείρειν ξυρῷ κεφαλήν τε καὶ πώγωνα. Τοῦτο πείσεσθαι κατὰ καιροὺς τὴν τῶν Ἰουδαίων χώραν ὁ προφητικὸς ἔφη λόγος. Ἀπομενεῖ γὰρ, φησὶν, ἀπολωλότων αὐτῆς τῶν τέκνων, πενθοῦσά τε καὶ ἀτιμωτάτη. Εἰ δὲ δή τις βούλοιτο καὶ καθ' ἕτερον τρόπον τοῖς θεωρήμασι προσβαλεῖν, ἐννοήσει τι τοιοῦτον. Τρίχας μὲν γὰρ κεφαλῆς τάχα πού φησιν τοὺς ἐντιμωτάτους πλούτῳ τε καὶ ὑπεροχαῖς τῶν ἄλλων ὑπερανεστηκότας· ἀνωτέρω γὰρ κεφαλῆς οὐδέν· πώγωνα δὲ, τοὺς ἐν συνέσει καὶ φρεσίν· οὕτω γὰρ πώγων ἀεὶ λαμβάνεται παρὰ τῇ θεοπνεύστῳ Γραφῇ. Ὅταν δὲ καὶ ποδῶν ὀνομάζει τρίχας, σημαίνει που, κατὰ τὸ εἰκὸς, τοὺς ἐν τάξει κειμένους τῇ ἐσχάτῃ καὶ κατωτάτω. Ἐφείσατο δὲ τὸ παράπαν οὐδενὸς τὸ ξυρὸν μεμεθυσμένον, ἀλλ' ὁμοῦ τοῖς ὑπερκειμένοις, μέσους τε καὶ τελευταίους, καὶ