Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.24
Not analysed yet
κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ.» Πόδας δὲ εἶναί φησι τοὺς ἐν ἐσχάτοις, καὶ οἷον κατωτάτω λαχόντας τάξιν ἐν τοῖς λαοῖς. Οὐκοῦν ἐπειδήπερ δύσοιστον μὲν ἤδη ταλαιπωρίαν ἡ τῶν Ἰουδαίων ὑπομεμένηκε γῆ, καταδῃούντων αὐτὴν, ὅτε μὲν Βαβυλωνίων, ὅτε δὲ τῶν προσοίκων ἐθνῶν, ἔμελλε καταπίμπρασθαι ταῖς Ῥωμαίων χερσὶν διὰ τὴν εἰς Χριστὸν ἀσέβειαν, καὶ ἀνατραπήσεσθαι μὲν ἡ παρ' αὐτοῖς βασιλεία, κεκρατήκασι γὰρ αὐτῶν ἀλλογενεῖς, ἀπρακτήσειν δὲ παρ' αὐτοῖς, καὶ τὰ τῆς ἱερωσύνης ἔργα, θυσιῶν ἀνατετραμμένων, καθῃρημένου τοῦ ναοῦ, θυσιαστηρίων οὐκ ὄντων, οὔτε ἱερατείας, οὔτε δήλων, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ταύτῃ τοί φησι, Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίαν; ἐπενήνεκται, φησὶν, ὑμῖν πᾶν εἶδος ὀργῆς, καὶ αἰκία παρὰ Θεοῦ, σκληρὰς καὶ ἀλλεπαλλήλους ἐξῄτησθε δίκας, ἀλλ' οὐδὲν ἧττον ἐστὲ καταφρονηταὶ καὶ ἀνομίας σύντροφοι. Τί οὖν ἔτι πληγῆτε; ποῖον ὑμῖν αἰκίας ἀρκέσει μέτρον εἰς ἐπανόρθωσιν; τί δὲ ὅλως ἐπενεχθήσεται τῶν δεινῶν, ὃ μή πως συμβέβηκεν; πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην ἀπὸ ποδῶν ἕως κεφαλῆς. Οἱ μὲν γὰρ τὴν βασιλίδα τιμὴν λαχόντες πεπονήκασιν οὐ μετρίως, ἀντισχεῖν οὐκ ἔχοντες ταῖς τῶν πολεμίων ἐμβολαῖς. Λελύπηνται καὶ οἱ ἱερεῖς ἀργούσης ὡς ἔφην θυσίας. Ἐπλήττοντο δὲ καὶ οἱ πόδες, τουτέστιν οἱ τελευταῖοι καὶ κατώτατοι. Τοῦτο μὲν τοῖς τῶν πολεμίων ξίφεσι δαπανώμενοι, τοῦτο δὲ καὶ λιμοῖς τε καὶ ἀκαρπίαις κατατρυχόμενοι, καὶ τῆς ἀκράτου ταλαιπωρίας εἰς πεῖραν ἐνηνεγμένοι. Τοιγάρτοι φησὶν, Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτ' ἔλαιον, οὔτε καταδέσμους. Ὅτ' ἂν μὲν γὰρ σύμμετροί τινες τῷ ἀνθρωπίνῳ σώματι συμβαίνωσι πληγαὶ, καὶ καθ' ἑνὸς ἴοι μέλους ἡ βλάβη, τοτηνικάδε χρήσιμα τῆς τῶν θεραπεύσειν εἰδότων ἐπιεικείας τὰ εὑρήματα, οἷον μάλαγμα, καὶ κατάδεσμοι, καὶ ἐλαίου χρίσις χολῶσα τὰ συντεινόμενα. Ὅταν δὲ δι' ὅλον τὸ σῶμα νοσῇ, καὶ ἐφ' ἑαυτῷ καταφθείρηται, ποῖος αὐτῷ θεραπείας ὀνίνησι τρόπος; νικᾷ γὰρ πάντως τῶν ἐκ τέχνης ἐπικουρημάτων τὴν δύναμιν, τῆς νόσου τὸ μέγεθος. Ἀνίατος τοιγαροῦν ἡ τῶν Ἰουδαίων πληθὺς περιπεσοῦσα τραύμασιν, καὶ ἀφορήτως νοσοῦσα τὰ ἐξ ὀργῆς, ἀπόλωλεν ὁλοτρόπως, μηδενὸς αὐτοῖς βοηθήσαντος τρόπου. Τοιγάρτοι ἔφασκον καὶ οἱ θεσπέσιοι προφῆται· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη, ἐγκατελείπομεν αὐτήν.» Βαβυλῶνι γὰρ τῇ τῶν ἐθνῶν παρεικάζεται, καίτοι πόλις ἁγία κατωνομασμένη, διά τοι μάλιστα τὴν εἰς Χριστὸν ἀσέβειαν, ἢ καὶ ὅτι τῶν χειροποιήτων ἐνεπίμπλασαν αὐτὴν, ὡς κατ' οὐδένα τρόπον τῇ Βαβυλωνίων παραχωρήσειν, ἣ καὶ ὠνόμασται γῆ τῶν γλυπτῶν. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν. Καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Τὸ ἀσαφέστερόν πως ἢ χρῆν εἰρῆσθαι δοκοῦν καθίστησιν ἐναργές. Τί γὰρ ἂν βούλοιτο δηλοῦν τὸ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε κατα-