Ancient Greek
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.213
Not analysed yet
συνετοὺς τῆς Ἰουδαίων ἀπέκειρε χώρας, ὡς ἀφεῖναι γυμνὴν καὶ ἐψιλωμένην. Μετεκόμισε γὰρ ὁ Ναβουχοδονόσορ εἰς τὰ ὄρη Περσῶν καὶ Μήδων σχεδὸν ἅπαντα τὸν Ἰσραήλ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν, καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα ⌜βούτυρον καὶ μέλι φάγεται⌝, πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Τοῦ ξυροῦ καὶ μεμεθυσμένου καὶ μεγάλου, τοῦτ' ἔστι τῆς Βαβυλωνίων μαχαίρας, ἐμφανῆ καταστῆσαι τὴν ἐνέργειαν ὁ σκοπὸς αὐτῷ. Καταψιλωθήσεσθαι γάρ φησιν ἅπασαν τῶν Ἰουδαίων τὴν χώραν, πτωχείας τε ὁμοῦ καὶ ὀλιγανδρίας εἰς τοῦτο ἐλθεῖν, ὡς τὸν περιλειφθέντα καὶ ἀνασεσωσμένον ἐκ τῆς τῶν πολεμίων χειρὸς, ἐναπομείναντά τε τῇ γῇ, δεσπότην ἔσεσθαι δαμάλεώς τε μιᾶς καὶ προβάτων δύο καίτοι πάλαι πλείστας τε ὅσας ὀΐων ἀγέλας, καὶ μὴν καὶ βοῶν κεκτῆσθαί τε καὶ νέμειν εἰωθότων τῶν ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν. Οὐκοῦν πτωχείας μὲν τῆς εἰς ἄκρον ἀπόδειξις ἥδε σαφής. Ὅτι δὲ καὶ κομιδῇ βραχεῖς ἐν ἀριθμῷ κατὰ τόπους ἔσονται προσαποδείκνυσι λέγων· «Καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Ἐκ δύο προβάτων καὶ δαμάλεως μιᾶς τοσοῦτον γάλα ἔσεσθαί φησιν, ὥστε πᾶσιν ἀρκέσαι τοῖς καταλειφθεῖσιν εἰς κόρον, εἰ δὴ βούλοιντο τὰς διὰ γάλακτος ποιεῖσθαι τροφάς. Ἆρ' οὖν οὐκ ἐναργὲς, ὡς εὐαρίθμητοι παντελῶς οἱ διαφυγόντες τὸ ξυρὸν, καὶ ἐν ἑκάστῳ τόπῳ τῆς Ἰουδαίας μεμενηκότων; Πόσοι γὰρ ἂν εἶεν, οἷς ἀρκέσει πρὸς τροφὴν καὶ κόρον [γάλα] δύο προβάτων καὶ δαμάλεως μιᾶς; Τί οὖν ἆρα τὸ ἐντεῦθεν εἰς ὄνησιν ἡμῖν τοῖς πνευματικοῖς ἐκβήσεται, ἔξεστιν ἰδεῖν διὰ πραγμάτων αὐτῶν. Ὅσοι μὲν μελετῶντες τὸ δυσήκοον, καὶ γαῦρον ἐξανιστάντες τῷ Θεῷ τὸν αὐχένα, καὶ τῇ τῶν πνευματικῶν ἀγαθῶν ἐνδείᾳ κατατακήσονται, καὶ ὀλιγοστοὶ παντελῶς γενηθήσονται, καὶ παντὸς ἐνδεεῖς εὑρεθήσονται τοῦ τρέφειν εἰδότος εἰς εὐεξίαν τὴν νοητὴν, καὶ ἀνακομίζειν οἵου τε, καὶ μάλα γοργῶς, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας, τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἀκούσονται δὲ οἱ τοιοίδε Θεοῦ λέγοντος διὰ φωνῆς ἁγίου· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε. Ἀμφιλαφεστάτη γὰρ λίαν ἡ παντὸς ἀγαθοῦ μέθεξις παρὰ Θεοῦ τοῖς τὰ αὐτοῦ φρονεῖν ἐγνωκόσιν, οἷς καὶ αὐτὸς προσπεφώνηκε λέγων· «Φάγετε, καὶ πίετε, καὶ μεθύσκητε, οἱ πλησίον μου.» Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, πᾶς τόπος, οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν· μετὰ βέλους καὶ τοξεύματος ἐλεύσονται ἐκεῖ· ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. Ἔργον ἂν εἴη τοῦτο τοῦ ξυροῦ τοῦ μεγάλου καὶ μεμεθυσμένου, καὶ ἀπόδειξις ἐναργὴς τῆς τοῦ ἔθνους ὀλιγανδρίας. Δεδαπάνηκε γὰρ οὕτως ὁ πόλεμος τοὺς κατοικοῦντας τὴν Ἰουδαίαν, ὡς περιλειφθῆναι μόλις ἀριθμῷ βραχεῖς τοὺς ἐν αὐτῇ. Ταύτῃτοι καὶ ἀμεληθήσεσθαί φησι, καὶ εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκαν-