Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.216
Not analysed yet
θαν τὰ κάλλιστα παρ' αὐτοῖς καὶ ἐξαίρετα τῶν κτημάτων, οὐκ ὄντων δηλονότι τῶν γηπονεῖν εἰδότων. Εἰ γὰρ εἶεν, φησὶν, ἐν ἑνὶ τόπῳ χίλιαι ἄμπελοι χιλίων σίκλων, ὡς ἀξίαν ἄμπελον ἑκάστην σίκλου ἑνὸς (τιμήματος δὲ τοῦτο μέτρον), εἰς χέρσον ἔσεσθαι καὶ εἰς ἄκανθαν· ὥστε κἂν εἴ τις βούλοιτο τῷ χωρίῳ προσβαλεῖν, καὶ εἰσελάσαι μόνον, μὴ ἂν ἰσχύσαι τοῦτο δρᾷν δίχα βέλους καὶ τοξεύματος. Ἀποδέουσαι γὰρ οὐδὲν αἱ ἄκανθαι τοξευμάτων καὶ βελῶν, κατατρώσειαν ἂν εὐθὺς τοῦ περιπατεῖν ἐθέλοντος τοὺς πόδας. Πρόξενον οὖν ἄρα παντὸς ἡμῖν ἔσται κακοῦ τὸ βούλεσθαι δρᾷν ἂ μὴ θέμις. Καταχερσούμεθα γὰρ τρόπον τινὰ, Θεῷ προσκρούειν οὐ παραιτούμενοι. Δρῶντες μὲν γὰρ, καὶ μὴν καὶ φρονεῖν ἐθέλοντες ἃ αὐτῷ θυμήρη καὶ φίλα, καρποφορήσομεν τὴν ἀρετὴν, τῆς παρ' αὐτοῦ φροντίδος ἀξιούμενοι. Ἀκουσόμεθα γὰρ λέγοντος τοῦ Χριστοῦ· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν κλῆμα τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ.» Ἀπονενευκότες δὲ ἀχαλίνως εἰς ἀνοσιότητα τρόπων, ἀκάνθης τῆς νοητῆς πληρούμεθα, παντὸς εἴδους φαυλότητος ἀνίσχοντος ἐν ἡμῖν. Τέλος δὲ ἀκάνθης, τὸ πῦρ· καὶ τροφὴ πυρὸς, ἢ ἄχρηστος ὕλη. Καὶ τοῦτο ἡμῖν ὁ μακάριος Παῦλος ἐναργὲς καταστήσει λέγων· «Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγὺς, ἧς τὸ τέλος εἰς καῦσιν.» Καὶ πᾶν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται, καὶ οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος. Ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτων, καὶ εἰς καταπάτημα βοός. Ὀλίγους μὲν ἔσεσθαι τοὺς περιλειφθέντας ἐν τῇ Ἰουδαίᾳ φησὶν, ἥξειν τε εἰς τοῦτο δειλίας αὐτοὺς, καὶ μέντοι καὶ κακανδρείας, ὡς ὑπό γε δεινοῦ τε καὶ ἀφορήτου δείματος, τὰς ἐν ὄρει ποιεῖσθαι διατριβὰς, καὶ πόλεων μὲν ἀποφοιτᾷν, καὶ τῶν πάλαι τριποθήτων αὐτοῖς ἐνδιαιτημάτων, ἐπείγεσθαι δὲ λανθάνειν ἐν ὕλαις τε καὶ λόχμαις. Ἔθος γὰρ τοῦτο δρᾷν τοῖς ἀνὰ πᾶσαν τὴν χώραν τε καὶ πόλιν, εἰ δή τις γένοιτο πολεμίων ἐκβολή. Ἀναθέοντες γὰρ εἰς ὑψηλὰ καὶ δύσβατα τῶν ὀρῶν, ὅπλον ποιοῦνται τὴν δυσχωρίαν, καὶ δειλίας φάρμακον τὸ ἐν σχισμαῖς εἶναι πετρῶν. Τοῦτό τοι καὶ αὐτὸς ὁ Σωτὴρ τοῖς Ἰουδαίων ἔφασκε δήμοις· «Τότε» γὰρ, φησὶν, «οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη.» Οὐκοῦν τὰ μὲν κάλλιστα τῶν χωρίων εἰς χέρσον ἔσονται, φησὶ, καὶ εἰς ἄκανθαν, δεδιότων τῶν περιλειφθέντων κἂν γοῦν ἐν αὐτοῖς εἰσελάσαι μόνον, ἢ καὶ ὑπὸ τῆς ἀκάνθης οὐ συγχωρουμένων· ἀναφυγόντες δὲ μᾶλλον ἐν τοῖς ὄρεσιν, ἐκεῖ στένοντες τῶν εἰς γεωργίαν ἅψονται πόνων. Ἀροτριαθήσεται γὰρ πᾶν ὄρος καὶ πᾶς βουνὸς, τῶν ἐν αὐτοῖς ἀναφυγόντων συλλέγειν ἐπιθυμούντων, οὐ τὰ εἰς πλοῦτον καὶ τρυφὰς, ἀλλ' ὅσα τὴν