Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.217
Not analysed yet
ἀναγκαίαν τοῦ σώματος θεραπεύει χρείαν, καὶ στενὴν καὶ δυσπόρευτον παρατίθησι τροφήν. Ποία τις οὖν πρόφασις τοῦ καὶ ἐν ὄρεσιν οἰκεῖν, καὶ αὐτὰ γεωργεῖν ἐθέλειν, καίτοι τῶν ἐξαιρέτων ὑπερεωραμένων χωρίων; «Οὐ μὴ ἐπέλθῃ,» φησὶν, «ἐκεῖ φόβος.» Ταῦτα λογιοῦνται καθ' ἑαυτοὺς, ὡς οὐκ ἂν αὐτοῖς ἐκεῖ κατοικεῖν ἐθέλουσιν ἐπέλθῃ φόβος. Εἶτα τῆς εἰς ἄκρον ἐρημίας καταδεικνύει τὸ μέγεθος. Ἔσεσθαι γάρ φησιν ἅπασαν τὴν χώραν ἀπὸ τῆς χερσείας καὶ τῆς ἀκάνθης εἰς βόσκημα προβάτων, καὶ εἰς καταπάτημα βοὸς, τοῦτ' ἔστιν, εἰς κατανομὰς θρεμμάτων, τὴν πίονα, τὴν εὐάμπελον, τὴν ἐλαιοφόρον, τὴν εὐδενδροτάτην, τὴν ἀεὶ κομῶσαν καρποῖς, τὴν ῥέουσαν γάλα καὶ μέλι, κατὰ τὸ γεγραμμένον. Οὐκοῦν Θεὸν εὐφραίνοντες ταῖς εἰς πᾶν ὁτιοῦν εὐπειθείαις, ἀσφαλῶς οἰκήσομεν, καθάπερ τινὰ χώραν ἢ πόλιν, τὴν ἀρετὴν, καὶ κατευμεγεθήσομεν τῶν ἐχθρῶν. Καταπτοήσει δὲ τὸ σύμπαν ἡμᾶς οὐδέν. Ἐσόμεθα δὲ μᾶλλον ἁπάσης ἐπιεικείας καὶ καλῶν ἔργων ἐπιμεληταὶ, καὶ εὐκαρπίας ἀνάμεστοι τῆς ἀρεσκούσης Θεῷ, καὶ νοητῆς ἀκάνθης ἀπηλλαγμένοι, καὶ γῆ θελητὴ, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ Θεοῦ γεώργιον ἀληθῶς. Καὶ εἶπε Κύριος πρός με· Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν, καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου. Ἀποχρῶσαν εὖ μάλα ποιησάμενος τὴν προαγόρευσιν τῶν μελλόντων συμβήσεσθαι κατὰ καιροὺς τῇ τῶν Ἰουδαίων χώρᾳ, καὶ τὸ τῆς συμφορᾶς καταδείξας μέγεθος, προσεπάγει χρησίμως τὰ περί γε τοῦ Ἐμμανουὴλ, καὶ τὸ ἐπ' αὐτῷ γε παραδείξας μυστήριον, ἐναργέστερον ἀποφαίνει τῷ προφήτῃ Θεός. Ἔφη μὲν γάρ· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ.» Ὅτι μὲν γὰρ καινῆς διαθήκης ἔσται μεσίτης, καταργουμένης δηλονότι τῆς πρώτης, ὡς πολὺ τὸ ἀδρανὲς ἐχούσης, πεπαλαιωμένης δὲ, καὶ τελειούσης οὐδένα κατὰ συνείδησιν, ὑποφαίνει λέγων· «Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου.» Καὶ τί τὸ, σεαυτῷ, κατασημαίνειεν ἂν, ἢ ἐκεῖνό που πάντως; Οὐ γάρ τοι, φησὶν, τοῖς ἀπειθεῖν ᾑρημένοις, ἀλλὰ τοῖς ἐν πίστει τετιμηκόσι τὸν ἐπ' αὐτῷ λόγον τὰ ἐν τῷ καινῷ δοθήσεται τόμῳ. Τοῦτ' ἔστιν, ἀποκαλυφθήσεται τὸ Χριστοῦ μυστήριον. Καινὸς οὖν ὁ τόμος καὶ μέγας. Οὐ γάρ τοι κατὰ τὴν πρώτην συντέτακται διαθήκην ἡ καινή τε καὶ νέα τὸ τοῦ Χριστοῦ λαλοῦσα μυστήριον, οὔτε μὴν ὀφθήσεται τὸ τῆς νομικῆς ἱστορίας ἔχουσα ταπεινὸν, ἀλλ' ὡς ἐν ὑπεροχῇ καὶ ὕψει γνώσεως καὶ δογμάτων. Ὅθεν καὶ ὁ θεσπέσιος Παῦλος ἥδιστά φησιν, ἐζημιῶσθαι πάντα τὰ ἐν νόμῳ διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ Χριστοῦ. Πρόδηλον οὖν ὅτι πεπαλαιωμένης τῆς πρώτης, ὡς ἔφην, καινὸς ὁ τόμος καὶ μέγας λαμβάνεται τῆς