Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.220
Not analysed yet
δευτέρας διαθήκης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις παραλαμβάνεται, καθά φησιν ὁ ἱερώτατος Παῦλος. Γράφεται δὲ ὁ τόμος γραφίδι ἀνθρώπου. Διὰ ποίαν αἰτίαν; Ὅτε μὲν τοῖς τῆς διανοίας ὄμμασι τὸ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος πολυπραγμονῶμεν μυστήριον, εἶτα λέγειν ἑτέροις ἐπιχειρῶμεν ἔσθ' ὅτε τὴν ἀπόῤῥητον γέννησιν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ· τότε δὴ, τότε χρεία γραφίδος ἡμῖν οὐκ ἀνθρωπίνης καὶ καθ' ἡμᾶς. Ποῖος γὰρ ἂν ἀρκέσει[ε] λόγος εἴς γε τὸ δύνασθαι διατρανοῦν τὸ ὑπὲρ νοῦν καὶ λόγον; Ἀπόχρη δὲ μόνος τοῖς οὕτως ἰσχυροῖς καὶ ὑπὲρ πάντα νοῦν διηγήμασιν ἐκεῖνος ὁ κάλαμος, περὶ οὗ φησιν ὁ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς τοῦ Δαβίδ· «Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.» Οἶδεν γὰρ οὐδεὶς τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ· ἀλλ' οὐδὲ τὸν Πατέρα οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Ὅταν δὲ τοὺς περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ ποιούμεθα λόγους, τότε δὴ, τότε χρεία γραφίδος ἀνθρωπίνης· ὃ δὴ καὶ πέπραχεν ὁ σοφὸς Ἰωάννης λέγων· «Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν.» Χαλεπὸν δὲ ὅλως οὐδὲν, καὶ τὸν κατὰ σάρκα θάνατον αὐτοῦ, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν ταῖς καθ' ἡμᾶς ἀναγγέλλειν φωναῖς, καὶ ὅτι πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴ τῆς ἀνθρώπου φύσεως ἀνανεουμένης εἰς ἀφθαρσίαν, ἀνέβη πρὸς τὸν Πατέρα, καὶ κεκάθικεν ἐν τοῖς οὐρανοῖς. Ἥξει τε κατὰ καιροὺς, καὶ καθιεῖται κριτής. Οὐκοῦν ἀνθρώπου γραφίδι τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς γράφουσιν οἱ πνευματογράφοι. Προσεπιτάττει δὲ λέγων· «Μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν, καὶ τὸν Ζαχαρίαν υἱὸν Βαραχίου.» Ἰστέον δὲ ὅτι κατ' ἐκεῖνο τοῦ καιροῦ, καθ' ὃν ὁ περὶ τούτων λόγος παρὰ Θεοῦ γέγονε πρὸς τὸν μακάριον Ἡσαΐαν, Οὐρίας μὲν ἦν τις προφήτης, Ζαχαρίας γεμὴν ἱερεὺς καὶ νομοδιδάσκαλος. Παραλαμβάνονται τοίνυν εἰς μαρτυρίαν τὴν ἐπὶ Χριστῷ, ἥ τε διὰ νόμου καὶ προφητῶν ἁγίων μυσταγωγία καὶ σύνεσις, ἤγουν προαγόρευσις. Τέλος γὰρ νόμου καὶ προφητῶν ὁ Χριστός. Τοιοῦτόν τι δεδεῖχθαί φαμεν τοῖς ἁγίοις ἀποστόλοις ἐν καιρῷ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως τοῦ Χριστοῦ. Γέγραπται γὰρ, ὅτι «Μεθ' ἡμέρας ἓξ παρέλαβεν ὁ Ἰησοῦς τὸν Πέτρον, καὶ τὸν Ἰάκωβον, καὶ τὸν Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν. Καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς. Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας συλλαλοῦντες μετ' αὐτοῦ.» Ἄθρει δὴ οὖν ὅπως Μωσῆς καὶ Ἠλίας, τοῦτ' ἔστιν, ἱερωσύνη καὶ νόμος (ἀμφότερα γὰρ ὁ Μωσῆς), καὶ μὴν καὶ Ἠλίας εἰς πρόσωπον τῶν ἁγίων προφητῶν παραληφθεὶς, προσελάλουν ἀλλήλοις, περὶ τῆς ἐξόδου, φησὶν, ἧς ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. Ποία δὲ ἔξοδος; Τῆς οἰκονομίας δηλονότι τὸ πέρας, ὁ σταυρὸς, ὁ θάνατος, καὶ ἐκ νεκρῶν ἀναβίωσις, ἡ εἰς οὐρανοὺς ἀνάληψις. Ταῦτα γὰρ πάντα προανετύπου μὲν διὰ σκιᾶς ὁ νόμος, προηγόρευσε δὲ καὶ ὁ λαμπρὸς καὶ μέγας τῶν ἁγίων προφητῶν ὁ χορός.