Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.221
Not analysed yet
Καὶ προσῆλθε πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε, καὶ ἔτεκεν ἄρσεν. Ὅτι μὴ ἐξ αἵματος καὶ σαρκὸς, μήτε μὴν ἐκ θελήματος ἀνδρὸς, ἡ κατὰ σάρκα Χριστοῦ πέπρακται γέννησις, καινοπρεπὴς δέ τις ἦν καὶ ἀήθης, καὶ τῶν τῆς ἀνθρωπίνης φύσεως ἐπέκεινα νόμων, ἀπεκάλυψε τῷ προφήτῃ Θεός. Αὐτὸς γὰρ, φησὶν, ὁ λέγων· «Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου,» προσῆλθε πρὸς τὴν προφῆτιν. Ἄθρει δὴ οὖν, ὅπως ἀνθρώπου γραφίδι τὸ Χριστοῦ μυστήριον καὶ λόγοις γράφεται τοῖς καθ' ἡμᾶς. Τὸ γάρ τοι, προσῆλθεν, ἔθος τῇ θείᾳ λέγειν Γραφῇ, ἀντὶ τοῦ, συνῆλθεν, ἤγουν, κεκοινώνηκε γαμικῶς. Ὁρᾷ τοιγαροῦν ὁ προφήτης καὶ συνόδου σχῆμα γεγονὸς πρὸς τὴν ἁγίαν Παρθένον, ἢν εἶναί φησι καὶ προφῆτιν, πρᾶγμα διδάσκων ἀληθές· εἶτα καὶ σύλληψιν γεγενῆσθαί φησιν, τεχθῆναι δὲ καὶ υἱόν. Ὀξεῖα δὲ σφόδρα τῆς ὁράσεως ἡ ἀπόδοσις, πάντα τῷ προφήτῃ παρατιθεῖσα πρὸς γνῶσιν. Ὅτι γὰρ ἐξ ἁγίου Πνεύματος τὸ πανάγιον ἐκεῖνο διεπήγνυτο σῶμα τὸ ἑνωθὲν τῷ Λόγῳ, πῶς ἂν ἐνδοιάσειέ τις; Οὐκοῦν ἡ τοῦ Πνεύματος ἐνέργεια, δι' ἧς τὸ ἐν τῇ ἁγίᾳ Παρθένῳ διεπλάττετο σῶμα, τῷ τῆς συνόδου σχήματι πλαγίως κατεσημαίνετο. Ἀπαρχὴ γὰρ γέγονε καὶ κατὰ τοῦτο Χριστὸς τῶν ἡγιασμένων ἐν πνεύματι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Γεννητὸς οὖν Πνεύματος κατά γε τὴν σάρκα καὶ πρὸ τῶν ἄλλων αὐτὸς, ἵνα καὶ ἡμεῖς δι' αὐτὸν ἐν τούτοις. Ἐπισημήνασθαι δὲ ἀναγκαῖον, ὅτι τὸν Οὐρίαν καὶ τὸν Ζαχαρίαν μάρτυρας αὐτῷ γενέσθαι προστέταχεν, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Προσετίθει δὲ, ὅτι «Πάρεστι γάρ.» Μεμαρτύρηκε γὰρ ὁ νόμος, καὶ μὴν ἡ τῶν ἁγίων προφητῶν προανάῤῥησις, ὅτι γεννηθεὶς ὁ Χριστὸς σκυλεύσει τὸν Σατανᾶν, καὶ διαρπάσει τὰ σκεύη αὐτοῦ, καθά φησιν αὐτὸς, τοῦτ' ἔστιν, ἰδίους ποιήσεται τοὺς ἐκείνου προσκυνητάς ποτε. Τοῦτο γὰρ καὶ αὐτὸς ἔφασκεν ὁ Χριστὸς, ὡς ἐν τρόπῳ παραδείγματος λέγων· «Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε διαρπάσει τὰ σκεύη αὐτοῦ;» Λέγων δὲ, ὅτι «Πάρεστι γὰρ,» οὐκ εἰς μακρὰν ἔσεσθαι τὴν ἀνάδειξιν τοῦ Ἐμμανουὴλ κατεπηγγέλλετο. Τοῦτό τοι καὶ πρὸς τὸν μακάριον Ἀμβακοὺμ εὑρίσκεται λέγων· «Ἔτι μικρὸν, ὁ ἐρχόμενος ἤξει, καὶ οὐ χρονιεῖ.» Καὶ εἶπε Κύριός μοι· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας, κατέναντι βασιλέως Ἀσσυρίων. Εἰπὼν ἀνωτέρω τὸ, «Ἰδοὺ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ