Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.224
Not analysed yet
Ἐμμανουήλ·» προστέταχε νῦν καλεῖσθαι τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Ἆρ' οὖν εἰκαῖον ὄνομα αὐτῷ τὸ πρῶτον, τοῦτ' ἔστιν, Ἐμμανουήλ; πρέποι δ' ἂν ὅτι μάλιστά γε τὸ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον; Οὐ τοῦτό φαμεν, ἐκεῖνο δὲ μᾶλλον. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ διαφόροις ὀνόμασι τὸν τῶν ὄντων Θεὸν ἀποκαλεῖν, καὶ ὡς ἀπό γε τῶν κατὰ καιροὺς δρωμένων ἔσθ' ὅτε προσεπινοεῖν τὰς κλήσεις. Τοῦτο τετήρηται καὶ ἐπ' αὐτοῦ τοῦ Χριστοῦ. Θεὸς γάρ ἐστιν ἀληθινὸς, καὶ ὅτι μὲν Θεὸς ὢν φύσει, γέγονε μεθ' ἡμῶν ὁ Λόγος, ὅτ' ἐπέφηνε καθ' ἡμᾶς, κατασημαίνει μὲν ἂν καὶ μάλα σαφῶς τὸ, Ἐμμανουήλ. Ἐπειδὴ δὲ γέγονεν ἄνθρωπος, ἐσκύλευσε τὸν Σατανᾶν, καὶ μὴν καὶ ἐξείλετο τῆς ἐκείνου σκαιότητος τοὺς πάλαι διηρπασμένους, καὶ δουλεύοντας αὐτῷ διὰ τῆς ἁμαρτίας, ἐκδείξειεν ἂν τὸ, Ταχέως σκύλευσον, Ὀξέως προνόμευσον. Ὅτι δὲ ὡς Θεὸς ἀφράστῳ δυνάμει κατορθοῦν ἔμελλε τῶν ἐπὶ γῆς τὴν λύτρωσιν προαναφαίνει λέγων· «Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ σκύλα Σαμαρείας, κατέναντι βασιλέως Ἀσσυρίων.» Βαθὺς δὲ σφόδρα τῶν προκειμένων ὁ νοῦς, καὶ πνευματικὸν τὸ διήγημα. Κέκρυπται γὰρ ἀσαφείαις ἀεί πως ὁ θεῖος λόγος· οὐχ εὑρήσομεν γὰρ ὡς ἐν ἱστορίᾳ τε καὶ ἐν αἰσθητοῖς πράγμασιν, ὅτι γεννηθεὶς εὐθὺς ὁ Χριστὸς, ἢ τὴν Δαμασκὸν ἐσκύλευσεν, ἢ τὴν χώραν τοῦ βασιλέως τῶν Ἀσσυρίων, λυτρούμενος τοὺς ἐκ τῆς Σαμαρείας εἰς τὴν ἐκείνου χώραν ἀπενηνεγμένους. Ὅταν δὲ νοητῶς ἐκλάβωμεν, τότε δὴ πάντως τὸ ἀληθὲς ὀψόμεθα. Οὐκοῦν ἥ τε Δαμασκὸς, ἤγουν Συρία πᾶσα, καὶ μὴν ἡ τῶν Ἀσσυρίων χώρα, τοῦτ' ἔστιν, ἡ Περσῶν τε καὶ Μήδων μεμέστωτο μὲν εἰδώλων· καὶ διὰ τοῦτο κέκληται γῆ τῶν γλυπτῶν· ἦσαν γὰρ βωμοὶ καὶ τεμένη πανταχοῦ, καὶ οἱ τοῖς τεμένεσιν ἐμφιλοχωρεῖν εἰωθότες, φημὶ δὴ τὰ τῶν ψευδομάντεων γένη, καὶ οἷς ἡ τέχνη πρὸς γοήτειαν. Πᾶσα δὲ τούτων ἡ δύναμις ἦν, τὰ παρ' ἑκάστοις θρησκευόμενα δαιμόνια, καὶ ὁ τούτων ἡγούμενος Σατανᾶς. Ὅτε τοίνυν ἔμελλε τήν τε Δαμασκοῦ δύναμιν, καὶ μὴν καὶ τὴν τοῦ βασιλέως τῶν Ἀσσυρίων, τοῦτ' ἔστι τὸν Σατανᾶν καὶ τὰ πονηρὰ καὶ βέβηλα τῶν δαιμονίων στίφη, μονονουχὶ καταληΐσασθαι Χριστὸς, ἀπαλλάξαι τε τῆς ὑπ' αὐτῷ δουλείας τοὺς ἠπατημένους, καὶ πρὶν ἡλικίας σωματικῆς εἰς τοῦτο ἐλθεῖν, ᾗπερ ἂν πρέποι τὸ εἰδέναι δύνασθαι καλεῖν πατέρα ἢ μητέρα, διεσάφησεν εἰπών· «Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται τὴν δύναμιν Δαμασκοῦ.» Τὸ δὲ, Λήψεται, ἀντὶ τοῦ, Χειρώσεται. Λήψεται δὲ ὁμοίως καὶ τὰ σκύλα Σαμαρείας. Τοῦτ' ἔστιν, ἀπαλλάξει τοὺς αἰχμαλώτους πολεμήσας ὑπὲρ αὐτῶν. Ἀπέναντι τοῦ βασιλέως Ἀσσυρίων. Τοῦ νοητοῦ δηλονότι, φημὶ δὴ τοῦ Σατανᾶ. Αὐτὸς γὰρ ἦν καὶ ἡ Δαμασκὸς, καὶ ἡ Συρίας δύναμις. Ὅτι καὶ οἱ τῶν εἰδώλων προσκυνηταὶ πᾶσαν ἔχουσιν ἐπ' αὐτοῖς τὴν τῆς σωτηρίας ἐλπίδα· Ὅτι δὲ ἐσκύλευσεν ὁ Χριστὸς τὸν Σατανᾶν, γεγεννημένος εὐθὺς, ἀταλαίπωρον ἰδεῖν. Γράφει γὰρ