Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.225
Not analysed yet
ὁ Ματθαῖος· «Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντό τε εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; ἴδομεν γὰρ τὸν ἀστέρα αὐτοῦ ἐν τῇ Ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.» Προσκεκυνήκασι γοῦν καὶ προσήγαγον χρυσίον, καὶ λίβανον καὶ σμύρναν. Ὁρᾷς ὅπως ἐσκύλευσε τὸν Σατανᾶν, καὶ προενόμευσεν ὀξέως; Ὅτι δὲ καὶ ὁ τῆς ἐπιδημίας σκοπὸς εἰς λύτρωσιν βλέπει τῶν ἐν αἰχμαλωσίᾳ τῇ νοητῇ γεγονότων, κατασημα[ί]νειεν ἂν καὶ αὐτὸς ὁ Χριστὸς, διὰ φωνῆς Ἡσαΐου λέγων· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.» Ψάλλει δέ που καὶ ὁ μακάριος Δαβὶδ περὶ αὐτοῦ· «Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν.» Καὶ τοῦτο αὐτὸς ἐδίδαξεν εἰπών· «Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Καὶ προσέθετο Κύριος λαλῆσαί μοι ἔτι· Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν Ῥαασσὼν, καὶ τὸν υἱὸν τοῦ Ῥομελίου βασιλέα ἐφ' ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ. Καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὰ πλάτη τῆς χώρας σου. Ὅτι παρά γε τὸ εἰωθὸς ἀνθρώποις, ξένη τε καὶ ἀξιάγαστος ἔσται τοῦ Ἐμμανουὴλ ἡ γέννησις, ἡ διὰ τῆς ἁγίας Παρθένου, καὶ ὅτι πλείστων τε ὅσων καὶ περιφανεστάτων ἀληθῶς θεοσημειῶν ἀποτελεσθήσεσθαι κατὰ καιροὺς εὖ μάλα διειρηκὼς, ἀποκαλύπτει τῷ προφήτῃ λοιπὸν, καὶ τὴν ἐσομένην κατ' αὐτοῦ τῶν Ἰουδαίων ἀπόνοιαν κατά γε τὸν τῆς ἐνανθρωπήσεως καιρόν. Ἀφίκετο γεμὴν εἰς τόνδε τὸν κόσμον ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐκ ἐμφανῆ τε καὶ ὁρωμένην τὴν τῆς θεοπρεποῦς ὑπεροχῆς δόξαν ἔχων· οὔτε μὴν κατὰ τὸ εἰωθὸς αὐτῷ φῶς οἰκῶν ἀπρόσιτον· οὐδὲ ταῖς ἀγγελικαῖς δυνάμεσι δορυφορούμενος ἐναργῶς· ἀλλ' οὐδ' ἐν δόξῃ τυχὸν ἐπιγείου βασιλέως· μετρίως δὲ σφόδρα καὶ ὑφειμένως, καὶ πολὺ λίαν ἀψοφητί. Καὶ τοῦτο ἡμῖν ὁ Θεὸς καὶ Πατὴρ διὰ φωνῆς ἁγίων καταμεμήνυκε λέγων· «Ἰδοὺ συνήσει ὁ Παῖς μου ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκουσθήσεται ἐν ταῖς πλατείαις ἡ φωνὴ αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει.» Καὶ τρόπος μὲν οὑτοσὶ τῆς μετὰ σαρκὸς οἰκονομίας τοῦ Μονογενοῦς. Ἰουδαῖοι γεμὴν οἱ τάλανες τὸ ἐπ' αὐτῷ μυστήριον, ἢ οὐ συνέντες ὅλως ἤγουν ἀνοσίως διωθούμενοι, κατεπεφύοντο δεινῶς, καὶ ἐζήτουν αὐτὸν ἀποκτεῖναι λέγοντες· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν.» Διατετελέκασι δὲ καὶ μέχρι παντὸς σκληροὶ καὶ ἐξήνιοι,