Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.228
Not analysed yet
καὶ τὸ ἔτι τούτων ἐπέκεινα πρὸς τὸ δυσσεβές. Προσῆγον μὲν γὰρ τῷ Πιλάτῳ λέγοντες· «Αἶρε, αἶρε, σταύρωσον αὐτόν.» Ἐκείνου δὲ πρὸς ταῦτα μονονουχὶ καταμειδιῶντός τε καὶ λέγοντος· Τὸν βασιλέα ὑμῶν σταυρώσω; κατεκεκράγεσαν λέγοντες· «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα.» Ἄθρει δὴ ὅπως ἠρνήσαντο μὲν τὸ ὑπ' αὐτοῦ βασιλεύεσθαι, Καίσαρα δὲ καὶ ἀνθρώπους ἐπεγράφοντο βασιλέας. Αἰνιγματωδῶς τοιγαροῦν τῷ προφήτῃ Θεὸς αὐτὸ δὴ τοῦτο καθίστησιν ἐναργές. Ἐπειδὴ δὲ προσήκειν ὑπολαμβάνω, καὶ τὸ τοῖς τηνικάδε πράγμασι πρέπουσαν τοῦ λόγου ποιήσασθαι τὴν ἀπόδοσιν· φαμὲν ὅτι τῷ ὕδατι τοῦ Σιλωὰμ τὴν ὑπὸ Θεῷ παρεικάζει βασιλείαν, ἣν ἀτιμάσαντες Ἰουδαῖοι, γεγόνασιν ὑφ' ἑτέρῳ, καὶ δέδονται τοῖς ἐχθροῖς. Ταύτῃτοί φησι· «Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ῥαασσὼν, καὶ τὸν υἱὸν τοῦ Ῥομελίου βασιλέα ἐφ' ὑμῶν, διὰ τοῦτο ἰδοὺ ἀνάγει Κύριος ἐφ' ὑμᾶς τὸ ὕδωρ τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολὺ, τὸν βασιλέα τῶν Ἀσσυρίων.» Τὸ τοῦ Σιλωὰμ ὕδωρ ῥεῖν οὕτω φασὶν ἡσυχῇ, ὡς δίχα κτύπου προχεῖσθαι παντός. Ἑρμηνεύεται δὲ Σιλωὰμ, ἀπεσταλμένος. Δέχεται τοίνυν εἰς εἰκόνα καὶ τύπον αὐτὸν τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας, τῆς ἀψοφητὶ γεγενημένης, καθάπερ ἔφην ἀρτίως. Ἀπεσταλμένος δὲ κατ' ἀλήθειαν ὁ Χριστός. Ἀπόστολον γοῦν καὶ Ἀρχιερέα αὐτὸν τῆς ὁμολογίας ἡμῶν καὶ ὁ σοφὸς ὀνομάζει Παῦλος. Δέχεται δὲ ὁμοίως καὶ ἁπαξαπλῶς τῆς ὑπὸ Θεῷ βασιλείας εἰς τύπον τὸν Σιλωάμ. Οὐκοῦν ἐπειδήπερ ὁ λαὸς οὗτος ὁ ἀκαμπὴς καὶ ἐξήνιος, οὐ βούλεται ἔχειν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ· ἀποσείεται γὰρ τὸν ὑπὸ Θεῷ ζυγόν· ἐπιθυμεῖ δὲ μᾶλλον ὑπὸ τὴν ἀνθρώπων εἶναι βασιλείαν, καὶ κατισχῦσαι μᾶλλον αὐτοῦ τοὺς πλεονεκτεῖν ἐθέλοντας, τὸν Ῥαασσὼν, φημὶ, καὶ τὸν Φακεέ· ταύτης ἕνεκα τῆς αἰτίας ἐπ' αὐτοῖς ἀνήσω τὸ ὕδωρ τοῦ ποταμοῦ, τοῦτ' ἔστι, τοῦ Εὐφράτου. Ἐπειδὴ δὲ ἦν ἀσαφέστερός πως ὁ λόγος, προσεπάγει παραχρῆμα, καί φησι, Βασιλέα τῶν Ἀσσυρίων, καὶ τὴν δόξαν αὐτοῦ· τοῦτ' ἔστι, τοὺς ὑπ' αὐτῷ πάντας, καὶ ἅπαν ἔθνος τὸ ὑπεστρωκὸς αὐτῷ τὸν αὐχένα. Ὕδατι δὲ παρεικάζει τὰ πλήθη. Καὶ τοῦτο ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Καὶ γοῦν περὶ τῆς Νινευῆ, καὶ τῆς ἐν αὐτῇ ἀναριθμήτου πληθύος, φησὶ διὰ φωνῆς προφητῶν· «Καὶ Νινευῆ, ὡς κολυμβήθρα ὑδάτων τὰ ὕδατα αὐτῆς.» Ἐπιμένει δὲ τῇ τροπῇ καί φησιν· «Ὡς ἐφ' ὕδατός τε καὶ ποταμοῦ, καὶ ἀναβήσεται ἐπὶ πᾶσαν φάραγγα ὑμῶν, καὶ περιπατήσει ἐπὶ πᾶν τεῖχος ὑμῶν, καὶ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον, ὃς δυνήσεται κεφαλὴν ἆραι, ἢ δυνατὸν συντελέσασθαί τι. Καὶ ἔσται ἡ παρεμβολὴ αὐτοῦ, ὥστε πληρῶσαι τὰ πλάτη τῆς χώρας σου.» Ἤχθη δὲ εἰς πέρας ἅπαντα ταυτὶ, προφητεύοντος Ἱερεμίου, ὅτε τῆς Ἰουδαίων χώρας κατεστράτευσεν ὁ Ναβουχοδονόσορ· καὶ καθεῖλε μὲν τὴν περιβόητον Ἱερουσαλήμ· κατεμπρήσας δὲ καὶ τὸν ναὸν, καὶ τοὺς τῶν Ἰουδαίων ἐπισήμους ἀπεκτονὼς, ὁμοῦ τοῖς σκεύεσι τοῖς ἱεροῖς τὴν ἄλλην ἅπασαν καὶ ὑπολελειμ-