Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.229
Not analysed yet
μένην ἐκ τοῦ πολέμου πληθὺν ἀπεκόμισεν εἰς τὴν ἑαυτοῦ. Πρόδηλον οὖν ὅτι τοῖς οὐκ ἐθέλουσιν ἔχειν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῆ, τοῦτ' ἔστι Χριστὸν, ἤτοι τὴν ὑπὸ Θεῷ βασιλείαν, ἐπιπηδήσει πάντως ὁ τῶν νοητῶν Ἀσσυρίων βασιλεὺς, τοῦτ' ἔστιν, ὁ Σατανᾶς, καὶ αἰχμαλώτους ἑλὼν, τοῖς ἰδίοις ὑποθήσει ζυγοῖς, καὶ ποιήσει δούλους, ταῖς ἐκ πολυτρόπων ἁμαρτιῶν κατασφίγγων σειραῖς. Μεθ' ἡμῶν ὁ Θεὸς, γνῶτε ἔθνη, καὶ ἡττᾶσθε· ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς· ἰσχυκότες ἡττᾶσθε. Ἐὰν γὰρ πάλιν ἰσχύσητε, πάλιν ἡττηθήσεσθε. Καὶ ἣν ἂν βουλεύσησθε βουλὴν, διασκεδάσει Κύριος· καὶ λόγον ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ· ὅτι μεθ' ἡμῶν Κύριος ὁ Θεός. Ἀνασκιρτᾷ τῷ προφήτῃ πρὸς θυμηδίαν ὁ νοῦς, ἐπεγνωκότι σαφῶς τὸ Χριστοῦ μυστήριον. Εἶτα τῶν ἁγίων εὐαγγελιστῶν καὶ μέντοι καὶ ἀποστόλων τότε πρόσωπον ὁμοῦ καὶ τὸν λόγον ἀναλαβὼν, Ἕλλησί τε καὶ Ἰουδαίοις μονονουχὶ καὶ διαμαρτύρεται, ὅπλον τοῖς πεποιημένοις αὐτὸν, οὐδὲν ἔσται τὸ ἀντιστατοῦν. Τοῖς μὲν οὖν ἔθνεσι δύο ταῦτα κατορθῶσαι διακελεύεται, διαγνῶναί τε τὸ Χριστοῦ μυστήριον, καὶ μὴν ὅτι καὶ ἡττᾶσθαι χρὴ τοῖς διδάσκουσιν αὐτό. Γνῶτε γὰρ, φησὶ, καὶ τὸν ἐν αὐτῷ δέξασθε λόγον, καὶ ἡττήθητε, τοῦτ' ἔστι, παραχωρεῖτε, καὶ μὴ ἀνθίστασθε τοῖς ἁγίοις μυσταγωγοῖς· ὑπακούσατε δὲ μᾶλλον αὐτοῖς ἕως ἐσχάτου τῆς γῆς, τοῦτ' ἔστιν, οἱ κατὰ πᾶσάν τε πόλιν καὶ χώραν, καὶ μέχρι αὐτῶν τερμάτων τῆς ὑπ' οὐρανόν. Οἱ δὲ ἡττώμενοί τε καὶ παραχωρεῖν ἐθέλοντες τὸ νικᾷν τοῖς τῆς ἀληθείας διδασκάλοις, εἰσδέξονται μὲν εὐκόλως τὸν παρ' αὐτῷ λόγον, πεπιστευκότες δὲ εἰς Χριστὸν βαδιοῦνται κατ' εὐθὺ παντὸς ἀγαθοῦ, καὶ τὴν αὐτῷ φιλαιτάτην κατορθώσαντες ἀρετὴν, λαμπράν τε καὶ ἀξιοζήλωτον κατακληρονομήσουσι δόξαν. Καὶ ταυτὶ μὲν τοῖς Ἑλλήνων στίφεσιν, ὡς ἐκ προσώπου τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν ὁ προφήτης φησίν· Ὑμεῖς δὲ, ὦ Ἰουδαῖοι, ἰσχυκότες ἡττᾶσθε. Ὅσον μὲν γὰρ εἴς γε τὸν ἐνόντα τοῖς Ἰουδαίοις σκοπὸν, κατίσχυσαν τοῦ Χριστοῦ, σταυρῷ παραδόντες οἱ δείλαιοι. Πλὴν ἐβουλεύσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι, κατὰ τὸ γεγραμμένον. Οὐ γὰρ ἦν δύνασθαι θανάτῳ περιβαλεῖν τὸν ἀρχηγὸν τῆς ζωῆς. Οὐκοῦν εἰ καὶ νενομίκατε, φησὶν, ἰσχῦσαι Κυριοκτονήσαντες, ἀλλ' οὖν ἡττήθητε λοιπὸν, καὶ δότε τὸ εὐπειθὲς παραδεξάμενοι τὴν πίστιν, ἤγουν ἐκεῖνο γινώσκετε, κἂν ὅτι πάλιν ἰσχύσητε μὴ ἀνεχόμενοι τῆς διδασκαλίας, ἀλλ' ἐπιτιμῶντες ἀγρίως τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσι, πάλιν ἡττηθήσεσθε κολάζοντι λοιπὸν τῷ Κριτῇ, καὶ τὰς τῆς οὕτω μακρᾶς ἀπονοίας αἰτοῦντι δίκας. Ὃ δὴ καὶ πέπρακται. Μετὰ γάρ τοι τὸ ἀναβιῶναι Χριστὸν, καὶ ἀνελθεῖν εἰς οὐρανὸν, καὶ αὐτοῖς ἐπεβούλευον τοῖς ἁγίοις ἀποστόλοις· καὶ δὴ καὶ εἰσφέροντες ἐν τοῖς συνεδρίοις ἔτυπτον ἐγκαλοῦντες καὶ λέγοντες· Παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαλεῖν τινι ἐπὶ τῷ ὀνόματι τούτῳ, καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν. Οὐκοῦν ἔδοξαν μὲν καὶ κατὰ τοῦτο ἰσχύειν, πλὴν ἀνόνητα πάντα αὐτοῖς, καὶ βουλὴ, καὶ σκέψις, καὶ λόγος· ἐνίκων γὰρ οἱ θεσπέσιοι μαθηταὶ λέγοντες, διότι Μεθ' ἡμῶν Κύριος ὁ Θεός. Οἱ δὲ πικρὰς ἔξτηνται δίκας, ταῖς Ῥωμαίων στρατιαῖς καὶ οὐχ ἑκόντες ἡττώμενοι.